Σάββατο, 15 Νοεμβρίου 2008

ΝΟΕΜΒΡΙΟΥ 26. ΓΕΩΡΓΙΟΥ ΧΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ. ΑΚΟΛΟΥΘΙΑ

ΝΟΕΜΒΡΙΟΥ 26
ΓΕΩΡΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΤΟΥ ΕΝ ΧΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Ὑπὸ Νικηφόρου τοῦ Χίου)


ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ἡ Χίος σε βλάστημα τερπνόν, Ἀθλητὰ ἐξήγαγε, Κυδωνιῶν δε ἡ πόλις σε, καλῶς ἐξέθρεψε, καὶ ὁ οὐρανός σε, μετὰ τέλος εἴληφε, Γεώργιε τρισμάκαρ ἀθλήσαντα, καὶ τὴν θανέννιμον, ἐκτμηθέντα ξίφει κάραν σου, ὡς ὡραῖον καρπὸν καὶ ἀκήρατον. (Δίς)

Γεώργιε Μάρτυς τοῦ Χριστοῦ, ἐν ᾠδαῖς τῶν ἄθλων σου, καὶ τῶν ἀγώνων γεραίρομεν, τὸ κλέος ἔνδοξε, οὕς ἀνδρειοφόνως, καὶ γενναίως ἤνεγκας, ὡς πρέσβυν πρὸς Θεὸν κεκτημένοι σε, ὅν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. (Δίς)

Τοῦ ζῇν τὸ θανεῖν ὑπὲρ Χριστοῦ, νουνεχῶς προέκρινας, θεόφρον Μάρτυς Γεώργιε, δὶ ὅ γηθόμενος, πρὸς τοὺς ἐκζητοῦντας, συλλαβεῖν εἰς θάνατον, σαυτὸν ἐθελουσίως παρέδωκας, οἱ ὡς ἀρνίον σε, ὅλως ἄφωνον ἀπήγαγον, καὶ θανάτῳ βιαίῳ κατέκριναν.

Γεώργιε Μάρτυς του Χριστοῦ, τὴν ἐνεγκαμένην σε, Χίον εὐχαῖς σου περίσωζε, πάσης κακώσεως, καὶ ἥν τῶν αἱμάτων σου, ταῖς ῥοαῖς ἡγίασας, πόλιν ἀνεπηρέαστον φύλαττε, ἀνευφημοῦσάν σε, καὶ πιστῶν ἅπαν τὸ πλήρωμα, σαῖς πρεσβείαις συντήρει ἀπήμαντον.

Δόξα. Ἦχος πλ. δ΄.
Τὴν ἑτήσιον μνήμην σήμερον, τοῦ Νεομάρτυρος Γεωργίου, πνευματικοῖς ᾄσμασιν εὐφημήσωμεν πιστοί, γενναίως γὰρ ἀγωνισάμενος, καὶ τὸν δρόμον τελέσας τοῦ μαρτυρίου δι’ αἵματος, Χριστῷ προσήχθης ὡς ἱερὸν ὁλοκάρπωμα, ᾧ καὶ νῦν ἐν δόξῃ μαρτυρικῇ παριστάμενος, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς Ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν. Στιχηρὰ Ἰδιόμελα. Ἦχος α΄.
Φαιδρύνεται λαμπρῶς, Χίος ἡ πατρίς σου καὶ κώμη ἡ τῶν Κυδωνίων, ἐπὶ τῇ σῇ μνήμῃ, Νεομάρτυς Γεώργιε, τῆς μὲν γὰρ πολίτης ἐγένου, τῆς δὲ πολιοῦχος ἤδη κατέστης καὶ φρουρός, ἀλλὰ καὶ πᾶσα ἡ τῶν πιστῶν Ἐκκλησία ἀγάλλεται, νέον σε πρέσβυν πρὸς Θεὸν κτησαμένη, ἥν ἐν εἰρήνῃ καὶ εὐσεβείᾶ ταῖς πρὸς αὐτὸν εὐπροσδέκτοις ἱκεσίαις σου διαφύλαττε.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε φιλοθέων ὁμήγυρις, δεῦτε γηθοσύνως συνδράμωμεν, δεῦτε καὶ κοσμήσομεν ἄσμασι τὴν Ἐκκλησίαν, ἐπὶ τῇ μνήμῃ Γεωργίου τοῦ νεοφανοῦς Ἀθλητοῦ σήμερον γὰρ οὐρανῶν ἀνοιγέντων, εἰσέρχεται ἐν δόξῃ, καὶ μετὰ παῤῥησίας τῷ ποθουμένῳ Χριστῶ παρίσταται. Καὶ ὁ ἐν γῇ νομίμως ἀθλήσας, καὶ στεῤῥῶς ἀγωνισάμενος, ἀκηράτῳ στέφει ἐν οὐρανῷ, παρὰ τοῦ Στεφοδότου καταστέφεται καὶ τῶν ἀγώνων αὐτοῦ, μετ’ εὐλαβείας βοήσωμεν· μὴ ἐπιλάθῃ Ἅγιε, τῶν πιστῶς ἐπιτελούντων, τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε...












Εἰς τὸν στίχον. Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος!
Νέε Ἀθλητὰ Γεώργιε, σὺ ἀληθῶς εὐγενές, ἀνεδείχθης γεώργιον, τοῦ Ἁγίου Πνεύματος, τοῦς αὐτοῦ γὰρ ἀοίδιμε, ἔφυσας ὄντως, καρποὺς τοῖς ἄθλοις σου, καὶ καταρδεύσας ῥείθροις αἱμάτων σου, θείως διέθρεψας, καὶ ἀφθάρτοις ἔθηκας ἐν οὐρανῶ, θήκαις καὶ συνέκλεισας, δι’ ὅ ὑμνοῦμέν σε.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ...
Γόνος τῆς Χίου καὶ βλάστημα, ὑπάρχων Μάρτυς Χριστοῦ, κατὰ σάρκα Γεώργιε, νῦν υἱὸς γεγένησαι, κατὰ χάριν ἀοίδιμε, τοῦ προανάρχου Πατρὸς καὶ σύγκληρος, τοῦ συνανάρχου Υἱοῦ ὡς μέτοχος, καὶ κοινωνὸς Αὐτοῦ, τῶν παθῶν καὶ σύμμορφος ὅνπερ ἡμῖν, σὺν Πατρὶ καὶ Πνεύματι, ἵλεων ἔργασαι.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὀ Κύριος...
Χριστῷ συνῶν καὶ συζὼν ἀεί, καὶ σὺν Αὐτῷ ὑπὲρ νοῦν, ἐν μεθέξει θεούμενος καὶ συνδοξαζόμενος, τῶν τιμώντων σε μέμνησο, καὶ ἐκτελούντων πόθῳ τὴν μνήμην σου, καὶ εὐφημούντων, τοὺς θείους ἄθλους σου, καὶ προσκυνούντων σου, πίστει τὸ ἐκτύπωμα τὸ τῆς μορφῆς, καὶ τὰ θεία λείψανα Μάρτυς Γεώργιε.

Δόξα. Ἦχος γ΄.
Ἔδοξας ἐν ὀφθαλμοῖς ἀφρόνως τεθνᾶναι Γεώργιε, καὶ ἡ ἔξοδός σου ἐκ τῆς προσκαίρου ζωῆς, κάκωσις αὐτοῖς ἐλογίσθη, ἀλλὰ ζῇς ἐν Χριστῷ τὴν μακαρίαν καὶ εἰρηναίαν ζωήν, σὺν τοῖς Ἀγγέλοις καὶ τοῖς ἀπ’ αἰῶνος Ἁγίοις εὐφραινόμενος. Μέθ’ ὧν μὴ παύσῃ πρεσβεύων, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα, δι' ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας. Διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμων.










Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄.
Ὁ Μάρτυς Γεώργιος ξίφει τὴν κάραν τμηθείς, θεόθεν δεδόξασται, ἐν οὐρανῷ καὶ ἐν γῇ, τῆς τοῦ Χίου τὸ σέμνωμα, ἄνω γὰρ ἀφθαρσίας στέφει θείῳ ἐστέφθη, κάτω δὲ θείοις ὕμνοις, παρ’ ἀνθρώπων ὑμνεῖται αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.




























ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὸν νέον ἀθλητήν, καὶ λαμπρὸν ἀριστέα, ὑμνήσωμεν πιστοί, ἐν ᾠδαῖς ἑτησίοις, Γεώργιον τὸν ἔνδοξον, τὸ τῆς Χίου καλλώπισμα, ὡς ἀθλήσαντα, καὶ τῶν δαιμόνων τὰ στίφη, ἐκνικήσαντα, τῇ τοῦ Σταυροῦ πανοπλίᾳ, καὶ ῥώμῃ καὶ χάριτι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐλαμπρύνθης ἄθλοις σου, καὶ ἡγιάσθη, τῇ ἐκχύσει Ἅγιε, αἱμάτων σου τῶν ἱερῶν, Κυδωνιέων ὁ σύλλογος, καὶ τὴν σὴν κόνιν, κατέχων δοξάζει σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐπληγώθην πάθεσιν, ἰάτρευσόν με, ἐν κακοῖς ἀπόλλυμαι, σῶσόν με Δέσποινα Ἁγνή, ἡ τὸν Σωτῆρα κυήσασα, καὶ Ἰατῆρα, τοῦ κόσμου Θεόνυμφε.

Μετὰ τὴν γ΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Λαμπρῶς τὸ πνεῦμά σου, Χριστὸς ἐδέξατο, Μάρτυς Γεώργιε, ὅνπερ τοῖς ἄθλοις σου, ἐδόξασας ἐπὶ τῆς γῆς, κηρύξας Θεὸν τῶν ὅλων, δυσσεβῶν ἐνώπιον, σαρκωθέντα βουλήματι, καὶ λαμπρῶς ἐδόξασεν, ἐν τοῖς θείοις σκηνώμασιν, ἐν δόξῃ ἀφράστῳ καὶ ἀλήκτῳ, συντάξας Μαρτύρων τῇ χορείᾳ.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.










Ὁ Κανὼν τοῦ Ἁγίου.
Ωδὴ α΄. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.
Φωτὶ παριστάμενος τῷ ἀνεσπέρῳ, τὸ σκότος ἀπέλασον, τὸ τῆς διανοίας μου, λαμπρότατε Ἀθλητά, τοῦ ἀνυμνῆσαι, ἐν ᾠδαῖς τὴν θείαν μνήμην σου.
Ἡ Χίος σε βλάστημα καὶ θεῖον ἄνθος, τερπνὸν καὶ πανεύοσμον, Ἀθλητὰ Γεώργιε, ἐξήνεγκεν εὐκλεῶς, ἀλλ’ ἐναθλήσας ἐκ τῆς γῆς, Χριστὸς ἐδρέψατο.
Ἐχθρὸς ὁ ἀρχέκακος ὑποσκελίσας, εἰς βόθρον κατέῤῥαξεν, ὄντα νηπιόφρονα, ἀλλ’ ἀνδρειωθεὶς ταῖς φρεσὶν εἰς ὕψος ᾔρθης, Ἀθλητὰ θείας ἀθλήσεως.
Θεοτοκίον.
Ἀκτῖσι Θεόνυμφε τῶν πρεσβειῶν Σου, ἀχλὺν διασκέδασον, τοῦ νοός μου Ἄχραντε, τοῦ ασμασιν ἱεροῖς, ἀνευφημεῖν διηνεκῶς, τὰ μεγαλεῖά σου.

ᾨδὴ γ΄. Στερεωθήτω ἡ καρδία μου.
Τὴν τῶν ἠθῶν σου σεμνοπρέπειαν, λόγου τε καὶ ἔργου παντὸς Ἀθλητά, Κυδωνιέων ὁ λαός, εὐφημεῖ ὁ χριστώνυμος, καὶ ψυχῆς τὴν γενναιότητα ὑμνεῖ καὶ δοξάζει σε.
Νομίμως ἤθλησας Γεώργιε, καὶ στεφάνῳ δόξης ἐστέφθης λαμπρῶς, ἀκούσας γὰρ τὴν κατά σου, γενομένην μακάριε, προδοσίαν τὴν πρὸς θάνατον, οὐδόλως ἐμάκρυνας.
Ἐθελουσίως δὲ στεῤῥόψυχε, φέρων τοῖς ζητοῦσι παρέσχες σαυτόν, καὶ ἀπαχθεὶς τῷ δικαστῇ, θαρσαλαίως ἐκήρυξας, τὴν πίστιν τὴν ἔνθεον Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
Θεοτοκίον.
Ἵνα θεώσῃ τὸ ἀνθρώπινον, ἄνθρωπος ἐκ Σοῦ τῆς Ἁγνῆς ὁ Θεός, γέγονεν ὅν ὁ εὐκλεὴς Ἀθλοφόρος ἐδόξασε, καὶ Σὲ πᾶσιν ἀνεκήρυξε Μητέρα ἀπείρανδρον.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἡ εὔσημος μνήμη σου Μάρτυς Χριστοῦ τοῦ Θεοῦ, Γεώργιε ἔνδοξε, εἰς εὐφημίαν τῶν σῶν, ἀγώνων συνήγαγεν, ἅπαν πιστῶν τὸ πλῆθος, οὕς φρουρῶν μὴ ἐλλείπης, ῥῦου παντὸς κινδύνου, καὶ παντοίας ἀνάγκης, ταῖς σαῖς πρὸς τὸν Θεὸν ἱεραῖς παρακλήσεσιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ταχπροκατάλαβε πρν δουλωθναι μς, ἐχθρος βλασφημοσί σε καὶ ἀπειλοσιν μν, Χριστὲ ὁ Θες μν, ἄνελε τΣταυρσου, τος μς πολεμοντας, γντωσαν πς σχύει, ὀρθοδόξων πίστις, πρεσβείαις τς Θεοτόκου, μόνε φιλάνθρωπε.


ᾨδὴ δ΄. Ἐν πνεύματι προβλέπων.
Ἀπτόητος παρέστης ἀνόμῳ δικαστῇ, και τὴν σὴν ἐκήρυξας εὐσέβειαν τρανῶς, καὶ μὴ θωπείαις, ὑπείξας ταῖς παρ’ ἐκείνου, εἰρκτῇ παμμάκαρ, ἐμβληθῆναι κατεκρίθης, ἐν ᾗ τὸν Θεὸν ἐμεγάλυνας.
Ἡμέραις ἐπὶ πλείσταις ἐμμένων τῇ εἰρκτῇ, τὸν Θεὸν ἐδόξαζες ἐξ ὅλης τῆς ψυχῆς, καὶ τῆς καρδίας τρισμάκαρ καὶ διανοίας, καὶ μετὰ πόθου ἀσιγήτως ἀνεβόας, δόξα τῇ δυνάμει Σου Κύριε.
Σατᾶν τοὺς ψυχοφθόρους θεόφρον λογισμούς, μακρὰν ἀπεσόβησεν ἡ θεία ἀπὸ σοῦ, εὐχαριστία Γεώργιε τῶν πανσέπτων, καὶ οὐρανίων μυστηρίων τοῦ Σωτῆρος, τούτων εὐλαβῶς μετασχόντων σου.
Θεοτοκίον.
Ὑμνοῦμέν Σε Παρθένε Θεόνυμφε Ἁγνή, ὡς Θεογεννήτριαν καὶ τεῖχος τῶν πιστῶν, Σὺ γὰρ τὴν φύσιν ἀνέστησας τὴν πεσοῦσαν, καὶ τὴν εἰκόνα ἀνανέωσας τεκοῦσα, μόνη τὸν προόντα Θεὸν τοῦ ᾈδάμ.

ᾨδὴ ε΄. Τὴν σὴν εἰρήνην δὸς ἡμῖν.
Ἰσχὺν ἐξ ὕψους κατελθεῖν πιστῶν ὁ λαός, ᾔτει καθ’ ἐκάστην εὐχαῖς καὶ δεήσεσι, τῇ σῇ καρδίᾳ παναοίδιμε, ἥν καὶ λαβὼν θεόθεν, ἐνήθλησας γενναίως.
Ἰσχύν σε Μάρτυς ἄνωθεν Χριστὸς ὁ Θεός, κραταιὰν ἀθλοῦντα ἀξίως ἐνέδυσεν, ὀ τῆς σαρκὸς εἰδὼς τὸ ἄτονον, ὅθεν ἐναθλήσας, ᾖρας τρόπαια νίκης.
Τὴν σὴν ἀνδρείαν ἔνδοξε Ἀγγέλων πληθύς, ἄνωθεν ὁρῶσα ἐτέρπετο ἅπασα, καὶ δῆμος κάτω ὁ χριστώνυμος, τῶν Κυδωνιέων ἐκρότει σοι τὰς χεῖρας.
Θεοτοκίον.
Σὲ μόνην καταφύγιον πλουτοῦμεν Ἀγνή, πάντες οἱ Θεὸν κακῶς παροργίσαντες, καὶ ἁμαρτίας βαρυνόμενοι, ὅπως ταῖς σαῖς πρεσβείαις Αὐτῷ ἱλεωθῶμεν.

ᾨδὴ στ΄. Τὸν Προφήτην Ἰωνᾶν.
Τῇ μαχαίρᾳ ἐν χαρᾷ, Ἀθλητὰ πνευματικῇ, τὴν τιμίαν κεφαλήν, καὶ αὐχένα τὸν σεπτόν, ὑπέκλινας, ἀποτμηθεὶς δὲ Χριστῷ προσήνεξαι.
Ὥσπερ ἄμωμος ἀμνός, ὥσπερ θῦμα λογικόν, ἱερεῖον ὡς τερπνόν, προσηνέχθης τῇ Χριστοῦ, Γεώργιε, ἐπουρανίῳ τραπέζῃ ἔνδοξε.
Ἀλγηδόνας τὰς φρικτάς, ὑπομείνας ἀνδρικῶς, τοῦ δημίου ἀπηνῶς, τέμνοντός σου Ἀθλητά, τὸν πάνσεπτον, αὐχένα θῦμα Θεῶ προσήνεξαι.
Θεοτοκίον.
Μετὰ τόκον Σε Ἁγνή, ὡς πρὸ τόκου Μαριάμ, τῇ δυνάμει τοῦ ἐκ Σοῦ, σαρκωθέντος Ἰησοῦ, Γεώργιος, ὁ Νεομάρτυς, τρανῶς ἐκήρυξεν.



Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ὡς φίλον σε Χριστοῦ, καὶ Μάρτυρα δοξάζομεν, αἰτούμενοι θερμῶς, τὴν θείαν σου ἀντίληψιν, Ἀθλητὰ Γεώργιε, ἥν παράσχοις ἡμῖν τοῖς οἰκέταις σου, τοῖς καταφεύγουσι πρὸς σέ, ῥυόμενος δεινῶς τῶν συνεχόντων ἡμᾶς.
Ὁ Οἶκος.
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἐν τῇ μνήμῃ σήμερον τοῦ Νεομάρτυρος καὶ γενναιόφρονος Γεωργίου τοῦ Χιοπολίτου, καὶ τῷ νικοποιῷ Χριστῷ ὕμνον ἐπινίκιον ᾄσωμεν, τῷ ἐνισχύσαντι αὐτὸν ἀθλῆσαι, καὶ νικητὴν τῶν ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν ἀναδείξαντι, καὶ ὡς φίλον ἑαυτοῦ καὶ Μάρτυρα δοξάσαντι, καὶ τῇ αὐτοῦ μαρτυρικῆ μεσιτείᾳ ῥυομένῳ δεινῶν τῶν συνεχόντων ἡμᾶς.

Συναξάριον
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, ὁ Ἅγιος Νεομάρτυς Γεώργιος ἐν Χίῳ, ἐν ἔτει 1807, ξίφει τελειοῦται.
Γεωργίῳ μαχαίρα πρόξενον τέλους,
Αὕτη δὲ τούτῳ πρόξενος καὶ τοῦ στέφους.
Γεωργίου ἑκκαιεικάδι τάμεν αὐχένα χαλκός.

 Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀλυπίου τοῦ Κιονίτου.
Ἀνεῖχεν Ἀλύπιον ὄρθιος κίων,
Πρὸς οὐρανοὺς ζητοῦντα βαίνειν, οὗ μένει.
Εἰκάδι ἕκτῃ ἄλυπον, Ἀλύπιε, βῆς ἐπὶ οἶκον.
 Οὗτος ἦν ἐπὶ Ἡρακλείου τοῦ βασιλέως, ἐξ Ἀδριανουπόλεως τῆς Παφλαγόνων χώρας, καὶ πρὸ τῶν ὠδίνων τῇ μητρί, διά τινων δεξιῶν συμβόλων, ὁποῖος ἀποβῆναι ἔμελλε, προγνωσθείς, καὶ μετὰ τὴν γέννησιν τοὺς τότε καὶ νῦν θεάματι καὶ ἀκοῇ καὶ καρτερίᾳ καταπλήξας. Καὶ γὰρ ἔδοξεν ἡ μήτηρ, τοῦτον ἐγκυμονοῦσα, ἀμνὸν ὡραῖον, ἐν τοῖς κέρασιν ἀνημμένας ἔχοντα λαμπάδας, ἀποφέρεσθαι· ὅπερ σύμβολον τῆς ἐσύστερον λαμπρότητος καὶ ἀρετῆς τοῦ ἀνδρός. Οὗτος οὖν διὰ παντοίας ἀσκήσεως ἠγωνίσατο καὶ θαύματα κατειργάσατο, καὶ τῇ καρτερίᾳ πάντας ὑπερέβαλεν. Ἐπὶ γὰρ κίονος αἴθριος ἔστη ἐπὶ χρόνοις τρισὶ καὶ πεντήκοντα. Ἐπεὶ δὲ καὶ τραύματι αὐτὸν ὁ πονηρός, κατὰ τὸν Ἰώβ, ἔτρωσεν, ἐν αὐτῷ τῷ κίονι ἐφ᾿ ἑνὸς κατακλιθεὶς πλευροῦ, διήρκεσεν ἔτη δεκατρία, μὴ μετακλιθεὶς πρὸς θάτερον μέρος, ἕως οὗ τὴν τιμίαν αὑτοῦ ψυχὴν παρέθετο τῷ Θεῷ. Ὁ δὲ πᾶς τῆς ζωῆς αὐτοῦ χρόνος γέγονεν ἔτη ἑκατόν.









Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νίκωνος τοῦ Μετανοεῖτε,
Οἱ Λακεδαίμων, οὐδαμῶς Δαίμων λάκοι.
Σοβεῖ γὰρ αὐτὸν τοῖς τεραστίοις Νίκων.
 Οὗτος ἐκ τῆς τῶν Ἀρμενίων ὥρμητο χώρας, Μεγιστάνου τινὸς υἱὸς ὑπάρχων. Τῆς θείας οὖν φωνῆς ἀκούσας τῆς λεγούσης· Πᾶς ὃς ἀφῆκε πατέρα, ἢ μητέρα, καὶ τὰ ἑξῆς· καταλιπὼν πάντα, παραγίνεται ἔν τινι μοναστηρίῳ, ἐν ᾧ πᾶσαν καὶ παντοίαν ἄσκησιν ἐπεδείξατο, καὶ πάντας τοὺς πρὸ αὐτοῦ τῇ ἄκρᾳ σκληραγωγίᾳ ὑπερέβη. Ἐπεὶ δὲ εἰς γνῶσιν ἦλθε τῷ ἑαυτοῦ πατρί, ἀνηρευνῶντο παρ᾿ αὐτοῦ τὰ τῶν μοναστῶν καταγώγια. Αὐτὸς δὲ ἐξελθὼν ἐκεῖθεν, περιήρχετο πᾶσαν Ἑῴαν, τό, Μετανοεῖτε, βοῶν. Ἐντεῦθεν καὶ τὴν ἐπίκλησιν ἔσχε τοῦ Μετανοεῖτε. Περιελθὼν δὲ καὶ τὴν τῶν Κρητῶν νῆσον, καὶ τὴν τοῦ Πέλοπος, καὶ πάσας πόλεις καὶ χώρας περινοστησάμενος, ὕστερον παρεγένετο ἐν πόλει Λακώνων. Ἐν ᾗ παντοῖα θαύματα ἐνδειξάμενος, ναὸν ἀνεστήλωσε Χριστῷ τῷ Σωτῆρι ἡμῶν. Ἐν ᾧ μονάσας μέχρι τέλους, ἀπῆλθε πρὸς ὃν ἐπόθει, τὸν στέφανον τῆς ἀσκήσεως εἰληφὼς παρ᾿ αὐτοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Στυλιανοῦ τοῦ Παφλαγόνος.
Ἀσκήσεως πέπτωκεν ὁ στερρὸς στῦλος.
Στυλιανὸς γὰρ τὸν βίον καταστρέφει.
 Οὗτος ὁ ἐν Ἁγίοις Πατὴρ ἡμῶν Στυλιανός, ἐγεννήθη ἐν Παφλαγονίᾳ, ἠγιασμένος, ὡς ἄλλος Σαμουὴλ ἐκ κοιλίας μητρὸς αὐτοῦ, καὶ ηὔξανε καὶ ἐκραταιοῦτο ἐν τῇ χάριτι τοῦ Χριστοῦ, κατοικητήριον γενόμενος τοῦ Ἁγίου Πνεύματος. Σάρκα φορῶν καὶ αὐτὸς ὁ μακάριος καὶ τὸν κόσμον οἰκῶν, οὔτε ὑπὸ τῶν ἐπιθυμιῶν τῆς σαρκὸς εἱλκύσθη, οὔτε ὑπὸ τῆς ματαιότητος τοῦ κόσμου. Κατανοήσας τὸ φθαρτὸν τῆς σαρκὸς καὶ τοῦ κόσμου τὸ ἐφήμερον, δὲν ἠθέλησε να δουλεύσῃ αὐτοῖς ἵνα θερίσῃ φθορὰν καὶ ἀπώλειαν, ἀλλὰ συνετάχθη μετὰ τοῦ κρείττονος, ἤτοι τῆς ἀθανάτου ψυχῆς, καὶ ταύτης ἀπεφάσισε να ἐπιμεληθῇ ἐν τῷ βίῳ, ἵνα κληρονομήσῃ ζωὴν αἰώνιον. Ὅθεν εὐθὺς ἐξ ἀρχῆς ἐσκόρπισεν κατὰ τὸ γεγραμμένον, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Ἅπαντα τὸν πλοῦτον αὐτοῦ, ὂν ἐκληρονόμησε παρὰ τῶν γονέων, διεμοίρασεν εἰς τοὺς πτωχούς, θεωρῶν ἔγκλημα να πένονται μὲν ἄλλοι, αὐτὸς δὲ να πλουτῇ. Οὕτω δὲ ἐκ τῆς γῆς ἀνεβίβασε τοὺς θησαυροὺς αὐτοῦ εἰς τὸν οὐρανὸν πρὸς αἰωνίαν περιθαλψιν, Δεσποτικὸν ἐκπληρῶν πρόσταγμα ὅπερ λέγει: ··Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι· θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σής, οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσι οὐδὲ κλέπτουσι. Ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν. Καὶ ὄντως, εὐθὺς ὡς διεμοίρασεν ὁ μακάριος τὸν πλοῦτον αὐτοῦ, καὶ μετεβίβασεν αὐτὸν διὰ τῆς μεθόδου ταύτης εἰς τὸν οὐρανόν, ἀπεσπάσθη τῶν γηΐνων καὶ πάντων τῶν ματαίων, καὶ ἐξ ὅλης καρδίας αὐτοῦ ἀφοσιώθη εἰς τὴν λατρείαν τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ὅθεν καὶ περιεβάλετο τὸ μοναχικὸν σχῆμα ἵνα εὐσχημόνως πάντοτε ὑπηρετῇ τῷ Κυρίῳ, οὐδὲν ἄλλον φροντίζων καὶ ζητῶν, ἤ, κατὰ τὴν ἀποστολικὴν παραγγελίαν, Τὶ εὐάρεστον τῷ Κυρίῳ, ἵνα ποιῇ αὐτὸ καὶ οὐδέποτε ἐξετάζων τὶ ἀρέσκει ἑαυτῷ. Διὰ τοῦτο καὶ ὑπέρτερος ἀνεδείχθη πάντων τῶν μοναχῶν, τοὺς πάντας ὑπερβὰς ἐν ταῖς δι΄ ἐπιμόνων ἀσκήσεων ἀρεταῖς, αἵτινές εἰσιν ὁ ἀληθὴς τοῦ ἀνθρώπου κόσμος ὁ ἑλκύων τὴν ἀγάπην τοῦ Θεοῦ. Προαγόμενος δὲ ἐπὶ μᾶλλον ἐν τῷ θείῳ ἔρωτι, ἤθελεν τρόπον τινά, ἀποφεύγων πᾶν πρόσκομμα, τῷ Θεῷ μόνῳ να συνομιλῇ. Ἀναχωρεῖ λοιπὸν πρὸς τὴν ἔρημον καὶ εἰσέρχεται εἰς σπήλαιόν τι, καὶ κατακλείεται ἐν αὐτῷ. Ἀλλ ὦ Πανάγαθε Κύριε, ὁποίας χάριτος ἐπιδαψιλεύεις εἰς τοὺς ἐξ ὅλης ψυχῆς ζητοῦντάς σε! Ἀφοσιώθη ἐν τῷ σπηλαίῳ ὁ Ἅγιος! Ἀπέσπασε τὴν διάνοιαν αὐτοῦ ἀπὸ παντὸς ματαίου λογισμοῦ, καὶ οὐδὲν ἄλλο ἐμελέτα ἢ τὴν Τρισυπόστατον Θεότητα, καὶ τὴν διὰ Χριστοῦ σωτηρίαν. Οὕτω δὲ ἠγάπησε τῷ Θεῷ, ἐξ ὅλης τῆς διανοίας αὐτοῦ, κατὰ τὴν θείαν ἐντολήν. Ἀπέσπασε προσέτι καὶ τὴν καρδίαν αὐτοῦ ἀπὸ παντὸς σαρκικοῦ καὶ κοσμικοῦ, θεωρῶν τὸ ὑπέρκαλον κάλλος τῆς Τρισηλίου Θεότητος καὶ τοῦ παγκάλου Λόγου καὶ Σωτῆρος ἡμῶν ἐρωμένος. Οὕτω δὲ ἠγάπησεν τὸν Θεὸν ἐξ ὅλης καρδίας, συμφώνως πρὸς τὴν αὐτὴν ἐντολήν. Ἀλλὰ καὶ ἐξ ὅλης τῆς δυνάμεως ἠγάπησεν Αὐτόν, οὐδὲν ἄλλο πράττων ἢ τά του Θεοῦ ἔργα, τοὐτέστιν ἔργα εὐσεβείας καὶ ἀρετῆς. Οὕτω δὲ ἀπεξεδόθη τὸν παλαιὸν ἄνθρωπον σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ, καὶ ἐντελῶς ἀντηγαπήθη ὑπὸ τῆς Παναγίας Τριάδος, ἥτις καὶ μόνην ἐποιήσατο παρ΄ αὐτῷ. Ἐπειδὴ δὲ καὶ τὸν πλησίον ὁ Ἅγιος ἠγάπα, διὰ τοῦτο, ἵνα πολλοῖς ὠφέλιμος φανῇ, διετήρει ὁ Κύριος αὐτὸν ἐν τῇ ζωῇ τρέφων δι΄ Ἀγγέλου. Καθὼς δὲ ὁ Σωτὴρ ἡμῶν εἶπε: «οὐδεὶς ἀνάπτει λύχνον καὶ τίθησιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλὰ ἐπὶ τὴν λυχνίαν καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ».
Ὡς λαμπὰς λοιπὸν καὶ ὁ μακάριος ἑτοιμασθεὶς τῷ Θεῷ ἔδει να διαχύσει τὸ ἱλαρὸν αὐτοῦ φῶς εἰς δόξαν Θεοῦ, ἵνα ἴδωσιν οἱ ἄνθρωποι πῶς ὁ Θεὸς δοξάζει τοὺς δοξάζοντας. Ὅθεν, ἡ φήμη τῆς ἁγιοσύνης τοῦ Ὁσίου Στυλιανοῦ διεδόθη πανταχοῦ, καὶ πάντες πάντοθεν συνέρρεον μετ΄εὐλαβείας πρὸς τὸν Ἅγιον, καὶ ἀπεκόμιζον ψυχικά τε καὶ σωματικὰ ἀγαθά, ἐπιστρέφοντες καὶ κρατυνόμενοι ἐν τῇ εὐσεβείᾳ καὶ ἀγάπῃ τοῦ Θεοῦ καὶ τοῦ πλησίον, καὶ πολλὰς ἰάσεις σωματικὰς λαμβάνοντες παθῶν ἀνιάτων. Οὕτω δὲ βιώσας ἐπὶ τῆς γῆς ὡς ἐπίγειος Ἄγγελος, ἐπιστάσης τῆς ὥρας, ἵνα τύχῃ τοῦ διακαῶς ποθουμένου ἵνα ἐκδημήσῃ τοῦ σώματος καὶ ἐνδημήσῃ Κυρίῳ, ἵνα ἀναλύσῃ, κατὰ Παῦλον, καὶ σὺν Χριστῷ ᾗ ἔλαβεν εἴδησιν ὅτι τὸ τέλος τοῦ βίου ἤγγικεν. Ὅθεν, δοξολογήσας ἀπῆλθεν πρὸς Κύριον, λάμψαντος τοῦ προσώπου αὐτοῦ ὡς Ἡλίου· πάραυτα δὲ χορὸς ἁγίων Ἀγγέλων παρέλαβε τὴν παναγίαν αὐτοῦ ψυχήν. Οὐδὲν μετὰ τὸν θάνατον δι΄ αὐτοῦ ἐπαύσατο παρέχων τάς ἰάσεις ἀφθόνως. Διότι, ὅταν θανατηφόρος ἐπήρχετο εἰς τὰ παιδία ἀσθένεια καὶ οἱ γονεῖς ἔμενον ἄτεκνοι, ὅσοι ἐν τῇ ἀσθενείᾳ τῷ τέκνων τῶν μετὰ πίστεως ἐπεκαλοῦντο τὸν Ἅγιον Στυλιανὸν καὶ μετ΄ εὐλαβείας ἐζωγράφιζον τὴν πανσέβαστον καὶ ἁγίαν αὐτοῦ εἰκόνα, καὶ τὴν ἴασιν τῶν τέκνων παρευθὺς ἐλάμβανον, καὶ ἄλλα ἐγένων ἐν χάριτι Θεοῦ διὰ μεσιτείας τοῦ Ἁγίου. Καὶ σήμερον τοῖς μετὰ πίστεως ἐπικαλουμένοις ὁμοίως βοηθεῖ. Τοιοῦτος ὁ Ἅγιος Στυλιανός, ὅστις ἔστω παράδειγμα μιμήσεως ἡμῖν, διότι καὶ αὐτὸς ἦν ἄνθρωπος καθὼς καὶ ἡμεῖς, ἀλλ΄ ἀποφασίσας ἔτυχε τῆς χάριτος τοῦ Θεοῦ, ἐτελειώθη ἐν Χριστῷ, καὶ ἐγένετο μακάριος. Ἵνα δὲ καὶ ἡμεῖς τῶν αὐτῶν τύχωμεν ἀγαθῶν, μιμηθῶμεν τὴν πίστιν καὶ τὴν ἀφοσίωσιν τοῦ Ἁγίου, ἐργασθῶμεν ἔργα εὐσεβείας καὶ σωφροσύνης, δικαιοσύνης τε καὶ ἐλεημοσύνης ἐν τῷ κύκλῳ ἡμῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀκακίου τοῦ ἐν τῇ Κλίμακι.
Κακὸν φυγὼν πᾶν Ἀκάκιος ἐν βίῳ.
Καλοῖς ἀπείροις ἐντρυφᾷ λιπὼν βίον.
 Οὗτος ἦν ἔν τινι τῆς Ἀσίας Μονῇ· καὶ νέαν ἔτι τὴν ἡλικίαν ἄγων, τὸν ἀσκητικὸν βίον μετήρχετο. Εἶχε δὲ ἐπιστατοῦντα αὐτῷ γέροντα ἀκόλαστον πάνυ καὶ ἠμελημένον. Καὶ τοιαῦτα δεινὰ παρ᾿ αὐτοῦ ὑπέμενεν, οἷα τοῖς πολλοῖς ἴσως καὶ ἄπιστα εἶναι δοκοῦσι. Ποτὲ μὲν γὰρ εἶχε τὸν ὀφθαλμὸν μεμελανωμένον, ποτὲ δὲ τὸν τράχηλον, ποτὲ δὲ τὴν κεφαλὴν πεπληγμένην. Ἐπεὶ δέ, διαβιώσας μετὰ τοῦ ἀνηλεοῦς ἐκείνου γέροντος χρόνους ἐννέα, ἐπορεύθη πρὸς Κύριον, καὶ ἐτάφη μετὰ τῶν Πατέρων ἐν τῷ κοιμητηρίῳ, ἀφίκετο ὁ τούτου ἐπιστάτης πρός τινα γέροντα μέγαν τῶν αὐτόθι, καὶ λέγει αὐτῷ· Ὁ ἀδελφὸς Ἀκάκιος ἐτελεύτησε. Τοῦ δὲ μὴ πεισθέντος, λέγει πρὸς αὐτὸν ἐκ δευτέρου· Ἔρχου καὶ ἴδε. Ἦλθον οὖν ἀμφότεροι εἰς τὸ κοιμητήριον, καὶ ὥσπερ ζῶντι ὁ τίμιος γέρων ἐφώνησε πρὸς τὸν τελευτήσαντα, καί φησιν· Ἀδελφὲ Ἀκάκιε, ἀπέθανες; Ὁ δὲ εὐγνώμων ὑπήκοος, καὶ μετὰ θάνατον ὑπακοὴν ἐπεδείκνυτο, καί φησι πρὸς τὸν μέγαν· Πῶς, Πάτερ ὅσιε, ἄνθρωπον ὑπακοῆς ἐργάτην ἀποθανεῖν δυνατόν; Τότε ὁ γέρων, ὁ πρὶν αὐτοῦ ἐπιστάτης, ἔμφοβος γενόμενος ἐπὶ τῷ θαύματι, ἐπὶ πρόσωπον σὺν δάκρυσιν ἔπεσε, καὶ πλησίον τοῦ μνήματος ἐκείνου κελλίον ποιήσας, ἐκεῖσε σωφρόνως τὸ λοιπὸν τοῦ βίου διήνυσε, λέγων ἀεὶ τοῖς Πατράσιν, ὅτι φόνον πεποίηκα.
Ὁ μὲν οὖν θεῖος Ἀκάκιος, ἐν τοιούτοις ἀγωνίσμασι τὴν μακαρίαν διανύσας ζωήν, οὕτω μακαρίως τοῦ βίου μεθίσταται. Τὸ δὲ τίμιον αὐτοῦ σῶμα, τῆς φυσικῆς ἀνώτερον διαλύσεως θείᾳ δυνάμει τηρούμενον, εἰς πολλὰς ἐτῶν περιόδους σῶον καὶ ὁλόκληρον ἐφυλάττετο. Καί ποτε τῶν τὴν Μονὴν ταύτην οἰκούντων Μοναχῶν, ἐξελθόντων εἰς τὸ ἀμήσασθαι, ἅτε τῆς ὥρας πρὸς τοῦτο καλούσης, καὶ δύο καταλειφθέντων ἐν τῇ Μονῇ, τοῦ μὲν ἀσθενοῦς, τοῦ δὲ πρὸς φυλακὴν τῆς Μονῆς, συνέβη ἀποθανεῖν τὸν ἀσθενῆ. Ὁ δὲ ἕτερος, μόνος ὤν, καὶ μὴ ἱκανῶν πρὸς τὴν τοῦ ἀδελφοῦ κηδείαν, τὸ τοῦ θαυμαστοῦ Ἀκακίου μνῆμα ἀνοίξας, ἔθηκε τὸν τελευτήσαντα ἀδελφὸν μετὰ τοῦ Ἁγίου. Καὶ τῇ ἐπαύριον παραγενόμενος, εὑρίσκει ὃν ἔθηκε μετὰ τοῦ Ἁγίου, ἔξω ἐῤῥιμμένον, εἶτα τίθησι πάλιν αὐτὸν ἐν τῷ μνήματι. Ὡς δὲ καὶ αὖθις τὸν αὐτὸν τρόπον εὗρεν αὐτὸν ἔξωθεν ἐῤῥιμμένον, ἐδικαιολογεῖτο μετὰ τοῦ Ἁγίου, λέγων πρὸς αὐτόν· Ἤκουσταί μοι, ἅγιε Ἀκάκιε, ὅτι σοί, ὡς οὐδενὶ ἑτέρῳ, ἡ ὑπακοὴ ἐσπουδάσθη, ἀλλὰ νῦν, ὡς ὁρᾶν ἔχω, ἀνήκοος ἐγένου καὶ ὑπερήφανος, ὡς καὶ τὸν ἀδελφὸν μὴ παραδέχεσθαι, ἀλλ᾿ ἀποῤῥίπτειν αὐτόν· ἢ τοίνυν ἔασον αὐτὸν κεῖσθαι μετὰ σοῦ, ἤ, ἐὰν ἔτι τοῦτο ποιήσῃς, οὐκ ἀνέξομαί σου, ἀλλ᾿ ἐκβαλῶ σε ἐκ τοῦ μνημείου. Θεὶς οὖν αὐτὸν πάλιν ἐν τῷ τάφῳ τοῦ Ἁγίου, ἀπῆλθε. Καὶ τῇ ἐπαύριον ἐλθών, τὸν μὲν παρ᾿ αὐτοῦ τεθέντα ἀδελφόν, εὗρε κείμενον ἐν τῷ τάφῳ, τὸν δὲ Ἅγιον οὐχ εὗρε. Καὶ νῦν ἐστιν ἰδεῖν τὸν τάφον κενόν, τὴν ἐπωνυμίαν σώζοντα τοῦ Ἁγίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰακώβου τοῦ Ἀναχωρητοῦ.
Ὁ Ἰάκωβος ἀναχωρήσας κόσμου,
Νῦν τὴν ὑπερκόσμιον οἰκεῖ πατρίδα.
 Οὗτος ὁ μακάριος Ἰάκωβος, καταλαβὼν τὸ ὄρος, τὸ ὂν ἀπὸ τριάκοντα σταδίων τοῦ ἄστεως (τῆς πόλεως Κύρου) ἐνεκαρτέρει, οὐκ ἄντρον ἔχων, οὐ σκηνήν, οὐ καλύβην, ὡς διὰ τῶν τοιούτων τὰς ἀνάγκας τῆς φύσεως ἀποκρούσασθαι. Καὶ ταῦτα λέγω, οὐ παρ᾿ ἄλλου μαθών, ἀλλ᾿ αὐτόπτης γενόμενος· κοιλιακὸν γὰρ νόσημα ἐπελθὸν αὐτῷ ποτε, μόλις ἔπεισεν ἀφιέναι τοὺς προσιόντας οἴκαδε πάλιν νοστῆσαι· διδάσκων γὰρ ἦν αὐτοὺς τὸν περὶ εὐσεβείας λόγον. Ἀλλὰ καὶ ὑποχωρησάντων, ἕως ἑσπέρα κατέλαβεν, ἑαυτὸν ἐβασάνιζε, καίτοι τῆς φύσεως κατεπειγούσης. Οὗτος, ὡς ἔφημεν, τὸν οὐρανὸν ἔχων ὄροφον, πρὸς ἅπαντα καρτερῶν ἦν, ὡς ἐν ἀλλοτρίῳ ἀγωνιζόμενος σώματι. Τὸ δὲ σῶμα σιδήροις κατησφαλίσατο ἔνδοθεν, φέρουσι περὶ τὸν τράχηλον δύο κύκλους, καὶ δύο σχήματα τοῦ γράμματος Χ ποιοῦσιν ἔμπροσθέν τε καὶ ὄπισθεν· εἰς δὲ τοὺς βραχίονας ἀνὰ ἕνα. Τροφὴ δὲ αὐτῷ πρὸς ἑσπέραν, φακὸς διάβροχος.
Ἐκ τούτων δὴ τῶν πόνων, τὰ τῆς θείας χάριτος ἐδρέψατο δῶρα. Ὅτι παιδίον ἀπονεκρωθέν, τοῦ πατρὸς ἀποδυρομένου, καὶ λέγοντος πρὸς τὸν Ἅγιον, «Οἶδα, δοῦλε τοῦ Θεοῦ, ὅτι δύνασαι, μόνον μὴ κατοκνήσῃς προσεύξασθαι», ἰδὼν ὁ Ἅγιος, καὶ τοῖς δάκρυσι τοῦ Πατρὸς ἐπικαμφθείς, τὸ γόνυ κλίνας καὶ τὸν Θεὸν ἐπικαλεσάμενος, τὸν παῖδα ἀνέστησε καὶ παρέδωκε τῷ πατρὶ αὐτοῦ ὑγιῆ. Πολλὰ μὲν οὖν τὰ τοῦ Ἁγίου ἀνδραγαθήματα, ἀλλὰ διὰ τὸ πλῆθος τὰ πολλὰ παραλείψαντες, ἑνὸς ἐπιμνησθῶμεν.
Οὗτος, πολλὰ πειρασθεὶς ὑπὸ τῶν δαιμόνων, εὐχῇ καὶ μόνῃ τούτους ἀπεκρούσατο. Ἀπεκόμιζε δέ τις τὸ ὕδωρ αὐτῷ μήκοθεν δὶς τῆς ἑβδομάδος· καὶ σχηματίσας ὁ διάβολος ἑαυτὸν εἰς τὸ τοῦ Ἁγίου ὁμοίωμα, ὑπήντα κατὰ τὸ μέσον τῆς ὁδοῦ τὸν διακονητήν, καὶ λαμβάνων τὸ ὕδωρ, ἀπέστελλεν αὐτὸν οἴκαδε. Τοῦτο ποιῶν, ἔσπευδεν ἐξ ἀνυδρίας ἀπάγξαι τὸν Ἅγιον. Ποτὲ δὲ καὶ παρὰ καιρὸν ἐλθὼν ὁ διακονητής, διέλαθε τὸν κακὸν συμμεριστήν· καὶ λέγει ὁ Γέρων, ἰδὼν τὸν τὸ ὕδωρ διακομιζόμενον ἄνθρωπον· Τί τοῦτο τέκνον; πολὺς καιρὸς διῆλθεν, ἐξ ὅτου ὕδωρ οὐ διεκόμισας, καὶ εἰς ἀγανάκτησιν οὐ μικρὰν ἤλθομεν ἐξ ἀνυδρίας. Ὁ δέ, Ἀείποτε Πάτερ, φησί, κατὰ τὴν ὡρισμένην ὥραν καὶ ἡμέραν ἀποκομίζω τὸ ὕδωρ, ἀλλὰ συναντῶν μοί ποτε μὲν εἰς τόν δε τὸν τόπον, ποτὲ δὲ εἰς τόν δε, οὐ συνεχώρεις μοι ἐλθεῖν ὧδε. Ὁ δὲ Ἅγιος πρὸς αὐτόν· Ἀπὸ τοῦ νῦν, κἂν μυριάκις με ἴδῃς συναντῶντά σοι, καὶ κωλύοντά σε, ἢ ἐπιτιμῶντά σοι, τέκνον, μή μοι δὸς τὸ σκεῦος, ἕως εἰς τοῦτον ἀφίκῃ τὸν τόπον. Οὕτω καλῶς ἠγωνίσατο, καὶ μέγας θαυματουργὸς γενόμενος, ἀπῆλθε πρὸς Κύριον εὐφραινόμενος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σίλου, Ἐπισκόπου τῆς Περσίδος.
 Τῆς γῆς ἀποστὰς γηΐνων θ᾿ ὁμοῦ, Πάτερ,
Νῦν ἐγκατοικεῖς οὐρανῷ, μάκαρ Σίλε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Πέτρου, ἐπισκόπου Ἱεροσολύμων

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Χαιρέμωνος

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Προκοπίου τοῦ Πέρσου

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἰννοκεντίου πρώτου Ἐπισκόπου Ἰρκούτας, τοῦ θαυματουργοῦ τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ κοίμησις τοῦ Πατρὸς Σοφιανοῦ, Ἐπισκόπου Δρυϊνουπόλεως, τοῦ σημειοφόρου.
ποίμανας, ἐδίδαξας καὶ ἤσκησας·
διὸ καὶ εἴληφας, Σοφιανέ, χάριν.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ἡ κάμινος Σωτήρ.
Τὸν μαρτυρίου δρόμον διήνυσας, γενναίως Ἀθλοφόρε Γεώργιε, ἀποτμηθεὶς ἐν χαρᾷ, τὴν ἱερὰν κεφαλήν.
Πορφύραν ἐξ οἰκείων ἐνδέδυσαι αἱμάτων Νεομάρτυς Γεώργιε, μεθ’ ᾗς παρέστης λαμπρῶς, ἐν οὐρανῷ τῷ Χριστῷ.
Μαρτύρων ἡ χορεία ἐδέξατο, προσθήκην σε λαμπρὰν ἀξιάγαστε, μεθ’ ἧς Χριστῷ μελωδεῖς, εὐλογητὸς ὁ θεός.
Θεοτοκίον.
Ἐλπὶς Χριστιανῶν ἀκαταίσχυντε, τοὺς ὡς Θεοῦ Μητέρα τιμῶντάς σε, ἱκέτευε ῥυσθῆναι, ἀπὸ παντοίων δεινῶν.


ᾨδὴ η΄. Ὅν φρίττουσιν Ἄγγελοι.
Ἐχθρὸν τὸν ἀλάστορα, δυνάμει τοῦ Χριστοῦ, νικήσας Γεώργιε, καὶ τρόπαια λαμπρά, κατ’ αὐτοῦ ἐγείρας, ὡς λαμπρὸς ἀριστεύς, θεόθεν ἐκομίσω, διάδημα τοῦ κάλους.
Τῆς Χίου τὸν ὄρπηκα τὸ πλάτος οὐρανοῦ, καὶ γῆ τῶν πρᾳέων νῦν, ἐδέξατο λαμπρῶς, καὶ ἡ θεία δρόσος εὐθαλῆ συντηρεῖ, τὸν ἐν Ἀθλοφόροις Γεώργιον τὸν Νέον.
Τρυφῆς ὁ χειμάῤῥους σε, ὠς δένδρον οὐρανοῦ, παμμάκαρ Γεώργιε ποτίζει νοητῶς, καὶ οἱ ἐν τῷ κόσμῳ, τῶν χαρίτων τῶν σῶν, τῆς ὀσμῆς πληροῦνται τελοῦντες τὴν μνήμην.
Θεοτοκίον.
Τὸ μέγα μυστήριον τοῦ Τόκου Σου Ἁγνή, ὁ Χῖος Γεώργιος ἐκήρυξε τρανῶς, καὶ τῆς ἀληθείας, τῶν αἱμάτων αὐτοῦ, τῇ βαφῇ εὐθίκτως ὑπέγραψε τὸ κῦρος.

Ὠδὴ θ΄. Τὴν φωτοφόρον νεφέλην.
Κυδωνιέων ἡ πόλις, θεοστεφῆ ἀριστέα, ἰδοῦσα ὄμμασιν αὐτῆς, σὲ Γεώργιε μάκαρ, ἀγωνισάμενον στεῤῥῶς, καὶ νίκην ἀράμενον ἠγάσατο, καὶ τελεῖ ἐξ ἐκείνου τὴν σὴν μνήμην, ἐτησίως ἐν ᾠδαῖς.
Μετὰ τῶν ἄνω ταγμάτων, Μάρτυς Γεώργιε θεῖε, μετὰ Μαρτύρων ἱερῶν, Προφητῶν Ἀποστόλων, Ὁσίων καὶ Ἱεραρχῶν, Θεῷ παριστάμενος ἱκέτευε, ἐκ παντοίων κινδύνων λυτρωθῆναι, τοὺς τιμῶντάς σε πιστῶς.
Τῷ ἐν ᾠδαῖς ἐφυμνίοις, κατακοσμήσαντι πόθῳ, τὴν μνήμην σου τὴν ἱεράν, καὶ φαιδρὰν Ἀθλοφόρε, ὅλος χαρίης καὶ φαιδρὸς προστάτης παράσταθι Γεώργιε, ἐν καιρῷ τῆς ἐξόδου καὶ τῆς δίκης, τῆς ἐσχάτης καὶ φρικτῆς.
Θεοτοκίον.
Σὺν τῇ Ἀχράντῳ Παρθένῳ, τῇ φωτοφόρῳ νεφέλῃ, αἴγλῃ φωτὸς τοῦ νοητοῦ, τὰς ψυχὰς ἐλαμφθῆναι, τῶν ἀνυμνούντων σου πιστῶε, τοὺς ἄθλους καὶ χύσιν τῶν αἰμάτων σου, Ἀθλοφόρε Γεώργιε δυσώπει, τὸν τῶν ὅλων Ποιητήν.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἡ Χίος ἡ φιλόχριστος, τὰ σπάργανα κατέχουσα, τὰ σὰ Γεώργιε χαίρει, καὶ ἐκτελεῖ σου τὴν μνήμην, τὰ δὲ σεπτά σου λείψανα, λαὸς ὀ χριστεπώνυμος, Κυδωνιῶν κραυγάζει σοι, σύ μου φρουρός τε καὶ φύλαξ, καὶ πρὸς Θεὸν πρέσβυς θεῖος.
Θεοτοκίον.
Προφῆται προεκήρυξαν, Ἀπόστολοι ἐδίδαξαν, καὶ Μάρτυρες θεοφρόνως, τὸν σὸν Υἱὸν Θεοτόκε, τρανῶς καθομολόγησαν, Θεὸν τὸν ὅλων Πάναγνε, μεθ’ ὧν καὶ ὀ ἡμέτερος Γεώργιος ὁ γενναῖος, ἐδ΄0οξασεν ἐναθλήσας.

Εἰς τοὺς αἴνους. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Συνωνυμήσας τῷ πάλαι Μεγαλομάρτυρι, Γεώργιε τρισμάκαρ, Ἀθλητὰ γενναιόφρον, ἐνήθλησας νομίμως ὑπὲρ Χριστοῦ, ἐκ ψυχῆς γενναιότητι, ἀποσκυπῶν τῶν βασάνων τὰς ἀμοιβάς, καὶ τὰ γέρα τῆς ἀθλήσεως. (Δίς).

Τῆς ἀρχιφώτου Τριάδος νῦν ἐλλαμπόμενος, ταῖς νοηταῖς ἀκτίσι, Νεομάρτυς Κυρίου, Γεώργιε δυσώπει ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου τελούντων σου, τὴν ἀεισέβαστον μνήμην, καὶ ἐν ᾠδαῖς εὐφημούντων τοὺς ἀγῶνάς σου.

Τὸν τῆς ἀθλήσεως δρόμον, καλῶς διήνυσας, ἀποτμηθεὶς τὴν κάραν, Ἀθλοφόρε Κυρίου, λοιπὸν ἀπόκειταί σοι ἐν οὐρανῷ, ὁ ἀκήρατος στέφανος, ὅν σοι παρέξει Γεώργιε ὁ Χριστός, ἐν ἡμέρᾳ τῆς ἐτάσεως.

Δόξα. Ἦχος β΄.
Ἐν τοῖς ἐπουρανίοις σκηνώμασι, Γεώργιε Χιοπολίτα Γεώργιε, σὺν ταῖς τῶν Ἁγίων χορείαις, τὸ πνεῦμά σου αἰωνίως ἀγάλλεται, λαμπρῶς δὲ καὶ τὰ πανίερά σου λείψανα, ἐν τῇ Κυδωνιῶν κώμῃ διατηρούμενα τιμᾶται, καὶ πανταχοῦ τὸ σεπτόν σου ὄνομα ὑμνεῖται, καὶ δοξάζεται Χριστός, ὁ δοξάζων τοὺς Αὐτὸν ἀντιδοξάζοντας.

Καὶ νῦν. Θεοτοκίον.
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Ἔνδοξος ἐν Μάρτυσιν ὁ κλεινὸς Γεώργιος ὤφθη, τοῖς ἀρχαίοις, σὺ δ’ ἐν τοῖς νῦν, Γεώργιε νέε, ὁμώνυμε ἐκείνῳ, καὶ σύσκηνε δι’ ὅ σε τιμῶμεν ἅπαντες.
Τοὺς μετ’ εὐλαβείας τὰ ἱερά, λείψανά σου Μάρτυς, προσκυνοῦντας σαῖς πρὸς Θεόν, ἱεραῖς πρεσβείαις φρουρῶν μὴ διαλείπῃς, Νεομαρτύρων κλέος θεῖε Γεώργιε.


Τρίτη, 11 Νοεμβρίου 2008

ΝΟΕΜΒΡΙΟΥ 14. ΑΓΙΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΥΔΡΑΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ. ΑΚΟΛΟΥΘΙΑ, ΠΑΡΑΚΛΗΣΙΣ, ΧΑΙΡΕΤΙΣΜΟΙ, ΟΚΤΩΗΧΟΣ

ΝΟΕΜΒΡΙΟΣ ΙΔ.
ΚΩΝΣΤΑΝΤΙΝΟΣ ΝΕΟΜΑΡΤΥΣ ΡΟΔΟΥ
ΑΚΟΛΟΥΘΙΑ
Ποιηθεῖσα ὑπό Κυρίλλου Μητροπολίτου Ρόδου.


ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ

Ἱστῶμεν στίχ. δ΄ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν Κωνσταντῖνον Κυρίου, τὸν Νεομάρτυρα, τῶν εὐσεβῶν οἱ δῆμοι ἀνυμνήσωμεν πόθῳ, τῆς Ῥόδου πολιοῦχον τὸν θαυμαστόν, καὶ τῆς Ὕδρας τὸ βλάστημα· ὡς παῤῥησίας γὰρ χάριν πεπλουτηκώς, ἱκετεύει τοῦ σωθῆναι ἡμᾶς.

Τὸν θεῖον γόνον τῆς Ὕδρας, ἀνευφημήσωμεν, τὸν εὐκλεῶς ἐν Ῥόδῳ, μαρτυρίου τὸν δρόμον, τελέσαντα ἀγχόνῃ· οὗτος ἡμῖν, πολιοῦχος γὰρ δέδοται, καὶ ἐν κινδύνοις παντοίοις προασπιστής, Κωνσταντῖνος ὁ θαυμάσιος.

Τέρπου καὶ χόρευε Ῥόδος, ὅτι ἐπλούτησας, τοιοῦτον πολιοῦχον, Κωνσταντῖνον τὸν θεῖον, καὶ δόξαν δὸς Κυρίῳ τῷ θαυμαστῷ, ἐν Ἁγίοις ὡς γέγραπται, τῷ θαυμαστώσαντι τοῦτον ὑπερφυῶς, τῶν θαυμάτων ταῖς δυνάμεσιν.

Ὑπὲρ ἡμῶν Κωνσταντῖνε, Μάρτυς ἀήττητε, Θεὸν τὸν ἐν Τριάδι, ἐκτενῶς ἐκδυσώπει, ἵνα λυτρωθῶμεν πάσης ὀργῆς, καὶ κινδύνων καὶ θλίψεων, οἱ ἐν τῷ βίῳ προστάτην σε κραταιόν, εὐσεβῶς ἐπιγραφόμενοι.

Δόξα. Ἦχος δ΄.
Δεῦτε φιλεόρτων τὸ σύστημα, Κωνσταντῖνον τὸν στεῤῥὸν Νεομάρτυρα, τὸν ἐν Ῥόδῳ ἀνδρείως ἀθλήσαντα, ταῖς ὑμνῳδίαις εὐφημήσωμεν. Οὗτος γὰρ ἐναντίον τῶν τυράννων, τὴν χριστώνυμον πίστιν ὁμολογήσας, διὰ βασάνων δριμυτάτων καὶ θανάτου, τὸν ἐν Τριάδι ἐδόξασε Κύριον· ᾧ καὶ πρεσβεύει ἐκτενῶς, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων, τοὺς δούλους σου φύλαττε, Εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.




Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε οἱ εὐσεβεῖς, τιμήσωμεν ἐν ὕμνοις, τὸν θεῖον Κωνσταντῖνον, ὡς νέον Ἀθλοφόρον, Θεοῦ τοῦ Παντοκράτορος.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Ὕδρας σε τὸν βλαστόν, καὶ Ῥόδου τὸν προστάτην, ὑμνοῦμεν Κωνσταντῖνε, ὅτι τῆς εὐσεβείας, τὸ φῶς ἀθλήσει ἤστραψας.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις ὁ θαυμαστός, τῆς Ῥόδου πολιοῦχος, παμμάκαρ Κωνσταντῖνε, καὶ μέγιστος προστάτης, τῶν ἐπικαλουμένων σε.

Δόξα. Ἦχος γ΄.
Μαρτυρίου τελέσας τὸ στάδιον, ἐν οὐρανοῖς τὴν κατάπαυσιν ἔσχες, Μαρτύρων χοροῖς συναυλιζόμενος, Κωνσταντῖνε τῆς Ῥόδου ἀγλάϊσμα. Διὸ πρέσβευε ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας ἡμῶν τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Ἁγιόπρωτε σεμνή, ἐγκώμιον οὖσα, τῶν οὐρανίων ταγμάτων, Ἀποστόλων ὑμνῳδία, Προφητῶν περιοχή, Δέσποινα πρόσδεξαι, καὶ ἡμῶν τὰς δεήσεις.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης. Παλαιόν.
Κωνσταντῖνον τῆς Ὕδρας, τὸν ὑπέρτιμον ὄρπηκα, τῶν Νεομαρτύρων τὸ κλέος, τὸν ἐν Ῥόδῳ ἀθλήσαντα, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τιμήσωμεν προφρόνως ἀδελφοί, ὡς ὑπὲρ Χριστοῦ παθόντα, καὶ τὸν ἀγχόνης θάνατον δεξάμενον. Οὗτος συμβασιλεύει γὰρ Χριστῷ, καὶ ὑπὲρ ψάμμον ἰάματα, πᾶσι τοῖς προστρέχουσιν αὐτῷ, χύδην χαρίζεται.
Ἕτερον. Ὅμοιον.
Α᾿νανήψας τῆς πλάνης, θεολήπτῳ φρονήματι, τὸ ὑπὲρ Χριστοῦ ἀνεδέξω, Κωνσταντῖνε μαρτύριον, καὶ ἤθλησας ἐν Ῥόδῳ ἀνδρικῶς, βασάνους ὑπομείνας χαλεπάς, καὶ μανίᾳ τῶν τυράννων ἀγχονισθείς· διό σοι ἀναβοῶμεν· Δόξα τῷ σὲ ἰσχύσαντι Θεῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Ἕτερον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Εὐσεβείας τὸ ῥόδον, τὸ εὐωδέστατον, τὸ μέγα κλέος τῆς Ῥόδου, καὶ πολιοῦχον στεῤῥόν, Κωνσταντῖνον οἱ πιστοὶ ἀνευφημήσωμεν, ὅτι Μαρτύρων τὴν ὁδόν, διανύσας ἐπὶ γῆς, ἐν οὐρανοῖς ἐδοξάσθη, καὶ πρεσβεύει νῦν τῇ Τριάδι, ἐν παῤῥησίᾳ ὑπὲρ πάντων ἡμῶν.
Τὸ ὁμόηχον Θεοτοκίον καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ

Ὁ Προοιμιακὸς καὶ τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχ. η΄ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια. Ἦχος α΄. ῍Ω τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! ἐν ἐσχάτοις καιροῖς, Κωνσταντῖνε ἔνδοξε, Μαρτύρων ἁμιλληθείς, τοῖς κατορθώμασιν, ὑπέστης καρτερικῶς, τὰς ἀνυποίστους βασάνους τοῦ σώματος, καὶ ἤθλησας καρτερῶς, τὸν δι᾿ ἀγχόνης δεξάμενος θάνατον. Ὅθεν ἐν σκηναῖς Ἁγίων, νῦν ἐπαγαλλόμενος, τὸν Θεὸν ἐκδυσώπει, ὑπὲρ πάντων τῶν τιμώντων σε.

Βαβαὶ τῆς σῆς προμηθείας Χριστέ! σὺ γὰρ Κωνσταντῖνον, τὸν στεῤῥὸν ἐδόξασας, θαυμάτων ταῖς δωρεαῖς, ὡς νέον Μάρτυρα, καὶ τοῦτον ὑπερφυῶς, τῆς τῶν Ῥοδίων ἀνέδειξας πόλεως, ὑπέρμαχον κραταιόν, καὶ πολιοῦχον ἁγίᾳ σου χάριτι. Ὅθεν ταῖς αὐτοῦ πρεσβείαις, δίδου τὰ ἐλέη σου, τοῖς αἰνοῦσί σε Σῶτερ, σὺν Πατρὶ καὶ Θείῳ Πνεύματι.

Τὴν σὴν γεραίρομεν ἄθλησιν, δι᾿ ἧς κατῃσχύνθη, ὄφις ὁ ἀρχέκακος, ὁ πρῴην σε πονηρῶς, πτερνίσας Ἅγιε· ἐλθὼν γὰρ εἰς ἑαυτόν, ἐν μετανοίᾳ Θεὸν ἐξεζήτησας, καὶ ἤνεγκας δι᾿ αὐτόν, ὦ Κωνσταντῖνε ἀγχόνῃ τὸν θάνατον. Ὅθεν δοξασθεὶς ἐν πόλῳ, πάντοτε μνημόνευε, τῶν τιμώντων ἐν ὕμνοις, ὡς λαμπρόν σε Νεομάρτυρα.

Χαίροις Κωνσταντῖνε ἔνδοξε, ὁ τῆς Ὕδρας γόνος, Ῥόδου τὸ ἀγλάϊσμα, καὶ πάντων τῶν εὐσεβῶν, τὸ ἐγκαλλώπισμα· ὁ Μάρτυς τοῦ Ἰησοῦ, ὁ Ἀθλοφόρων τῶν πάλαι ἐφάμιλλος, καὶ τούτων ὡς ἀληθῶς, τῆς ὑπὲρ ἔννοιαν δόξης συμμέτοχος. Ὅθεν τοῖς ἀσπαζομένοις, τὸ σεπτόν σου λείψανον, προστασίας σου δίδου, οὐρανίου τὰ δωρήματα.

Ἕτερα. Ἦχος δ΄. Ποίοις εὐφημιῶν στέμμασιν
Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τὸν Κωνσταντῖνον; τὸν ἀκαταγώνιστον Μάρτυρα, τὸν διὰ Χριστὸν ἐναθλήσαντα, ἀνδρικῶς ἐν χρόνοις τῆς δουλείας· τῆς Ὕδρας, τὸ εὐωδέστατον ἀπάνθισμα, καὶ Ῥόδου, τὸ θεοδώρητον ἀγλάϊσμα. Τοῦτον γὰρ ὄντως ἀξίως, χάρισι θαυμάτων, ἐθαυμάστωσεν ἡ Τριάς, Πατὴρ ὁ προάναρχος, σὺν Υἱῷ καὶ Θείῳ Πνεύματι.

Ποίοις εὐφραντικοῖς μέλλεσιν, ἐπαινέσωμεν τὸν Κωνσταντῖνον; τὸν ἐν μετανοίας τοῖς δάκρυσι, πτῶμα τὸ δεινὸν διορθώσαντα, καὶ μαρτυρικῶς τελειωθέντα· τὸ ἄνθος, τῆς εὐσεβείας τὸ ἡδύπνοον, καὶ μῦρον, ὁμολογίας τὸ πολύτιμον. Τοῦτον γὰρ ὄντως ἀξίως, σκηνῆς τῶν Μαρτύρων, κατηξίωσεν ἡ Τριάς, Πατὴρ ὁ προάναρχος, σὺν Υἱῷ καὶ Θείῳ πνεύματι.
Ποίοις νικητικοῖς ἔπεσι, στεφανώσωμεν τὸν Κωνσταντῖνον; τὸν Ἀγαρηνῶν τὴν φαυλότητα, στόματι ἁγίῳ ἐλέγξαντα, καὶ ἀνυψωθέντα τῇ ἀγχόνῃ· τὸν πάσας, τὰς μηχανὰς ἐχθροῦ πατήσαντα, καὶ πίστιν, τῶν Ὀρθοδόξων μεγαλύναντα. Τοῦτον γὰρ ὄντως ἀξίως, ζωῆς τῆς ἀφράστου, κατηξίωσεν ἡ Τριάς, Πατὴρ ὁ προάναρχος, σὺν Υἱῷ καὶ Θείῳ Πνεύματι.

Ποίοις πνευματικοῖς ᾄσμασιν, ἐπαινέσωμέν σε Κωνσταντῖνε; σὺ γὰρ τῆς παγίδος τοῦ δράκοντος, ὡς ἐῤῥύσθης πλούτῳ τῆς χάριτος, τῷ Χριστῷ ἐν δάκρυσι προσῆλθες· σαυτὸν δέ, τῇ μετανοίᾳ ἁγνισάμενος, Μαρτύρων, καθηγιάσθης κατορθώμασιν. Ὅθεν θυσία τελείᾳ, προσαχθεὶς Κυρίῳ, ἐδοξάσθης ἐν οὐρανοῖς, καὶ βλύζεις ἰάματα, ἀπαύστως ἐκ τῶν λειψάνων σου.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, ἡ τοῦ Νεομάρτυρος Κωνσταντίνου μνήμη, ὡς ἀστὴρ οὐρανόφωτος ἐπέλαμψε, τὰς ψυχὰς τῶν πιστῶν καταπυρσεύουσα, τῶν ἐν ἀγαλλιάσει βοώντων· Χαίροις ὁ τὰς παγίδας, τοῦ ἀρχεκάκου ἐχθροῦ διαδράς, καὶ τὴν θερμὴν τοῦ Κορυφαίου, ἐπιδείξας μετάνοιαν· χαίροις ὁ ἑκουσίως, τοῖς βασάνοις ἑαυτὸν δεδωκώς, καὶ τὸν σὲ πρῴην πτερνίσαντα, καταβαλὼν τῇ ἀθλήσει σου· χαίροις ὁ τῆς Ὕδρας τίμιος βλαστός, τῆς Ῥόδου τὸ καύχημα καὶ μέγας πολιοῦχος. Ἀλλ᾿ ὡς ἔχων παῤῥησίαν πρὸς Θεόν, μή παύσῃ δεόμενος, ὑπὲρ τῶν τελούντων τὴν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.











Εἴσοδος, τὸ Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἠσαῒου τὸ Ἀνάγνωσμα. (Κεφ. μγ΄ 9)
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἤ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὅν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε΄ 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ἡμῖν, καὶ ἡ δυναστείᾳ παρὰ Ὑψίστου.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ, Ἰδιόμελα. Ἦχος α΄.
Ἀγάλλεται ἐν Κυρίῳ, ἡ ἐνεγκαμένη σε Ὕδρα, καυχωμένη τοῖς σπαργάνοις σου, Κωνσταντῖνε ἀοίδιμε· ἀλλὰ πλέον εὐφραίνεται, ἡ περιώνυμος Ῥόδος, ἁγιασθεῖσα τῷ μαρτυρίῳ σου· ἀμφότεραι δὲ πολιοῦχόν σε ἔχουσαι, τὴν μνήμην σου γεραίρουσι, καὶ τὴν προστασίαν σου ἐκδεχόμεναι, τῶν θαυμάτων σε δυνάμει δοξάσαντι, εὐφροσύνως κραυγάζουσιν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, ὁ θαυμαστὸς ἐν τοῖς Ἁγίοις σου πάντοτε.

Ἦχος β΄.
Ἐπὶ τῇ μνήμῃ τοῦ Ἀθλοφόρου, Κωνσταντίνου τοῦ ἐν Ῥόδῳ ἀθλήσαντος, ἀγγελικῶς οἱ πιστοὶ χορεύσωμεν· οὗτος γὰρ τὰ ἐν κόσμῳ τερπνά, ἔρωτι ἁγίῳ ὡς ὄναρ ἀφείς, ἐπὶ τῆς ἀθλήσεως τὸ στάδιον ἔδραμε, καὶ ἐν αὐτῷ τὸν ἐχθρὸν καταπαλαίσας, ἀριστεὺς τροπαιοφόρος πίστεως γέγονε, τῇ δυνάμει Χριστοῦ τοῦ Θεοῦ, τοῦ παρέχοντος ἡμῖν δι᾿ αὐτοῦ, τὸ μέγα ἔλεος.

Ἦχος γ΄.
Πῶς μὴ ἐπαινέσωμεν, τὴν μακαρίαν σου ἄθλησιν, Κωνσταντῖνε Νεομάρτυς ἀοίδιμε; τὸν γάρ σε πρῴην πτερνίσαντα ἐχθρόν, ἀνδρικῶς καταβέβληκας, καὶ τὴν πατρῴαν πίστιν ἐδόξασας, βασάνοις ἀνυποίστοις προσομιλήσας, καὶ δι᾿ ἀγχόνης θάνατον δεξάμενος. Διὸ ἐν τῇ μνήμῃ σου συνελθόντες, εὐχαρίστως βοῶμέν σοι· Χαίροις ὁ τοῦ Σωτῆρος μιμητής, τοῦ παρέχοντος ἡμῖν διὰ σοῦ, ἱλασμὸν ἁμαρτιῶν καὶ τὸ μέγα ἔλεος.

Ἦχος δ΄.
Τῆς Ἐκκλησίας ὁ φωστήρ, καὶ εὐσεβείας ὁ κανών, Κωνσταντῖνος ὁ θαυμάσιος, σήμερον ἡμᾶς συγκαλεῖ, πρὸς ὑμνῳδίαν τῶν ἄθλων αὐτοῦ. Οὗτος γὰρ ἐπὶ τὴν πέτραν τῆς πίστεως, δι᾿ ἀληθοῦς μετανοίας, θεμελίους θείους οἰκοδομήσας, οὐδ᾿ ὅλως ἐσαλεύθη, ταῖς προσβολαῖς τῶν βασάνων· ἀλλ᾿ ἐν αὐταῖς δοκιμασθείς, ἀπροσμάχητος ὤφθη τοῖς τυράννοις, ὧν καὶ καθεῖλε τὸ φρύαγμα, ἐν τῇ ἀγχόνῃ αἰωρηθείς, ὡς ἐπὶ ξύλου ὁ Σωτὴρ τῶν ἁπάντων. Αὐτὸν οὖν Νεομάρτυς ἱκέτευε, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν τιμώντων σε.


Ἦχος πλ. α΄.
Νεομάρτυς Κωνσταντῖνε ἀοίδιμε, ἐν Χριστοῦ τῷ Σταυρῷ καυχώμενος, τὰ πάθη αὐτοῦ προθύμως ἀνεδέξω· κριτηρίῳ γὰρ τυράννων παρέστης ὑβριζόμενος, ἐν εἱρκτῇ ζοφώδη ἐδοκιμάσθης, μαστίγων καὶ βασάνων πεῖραν ἔλαβες, καὶ τῇ ἀγχόνῃ ἀπῃωρήθης, ἐν πᾶσι χαίρων ὡς ὁ Παῦλος, ὅτι ἐχαρίσθη σοι, τὸ διὰ τὴν εὐσέβειαν πάσχειν. Ὅθεν τῆς δόξης τῆς ἐγέρσεως αὐτοῦ, κοινωνὸς οὐράνιος γενόμενος, τοῖς τούτου συγχορεύεις Ἀθλοφόροις, μεθ᾿ ὧν πρέσβευε ἐκτενῶς, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος πλ. β΄.
Προγυμνασθεὶς πνευματικῶς ἐν τῷ Ἄθωνι, τοῦ μαρτυρίου στεῤῥῶς τὸ ἀγώνισμα, Κωνσταντῖνε ἐν Ῥόδῳ ἐτέλεσας· τῆς μετανοίας γὰρ τῷ κέντρῳ νυττόμενος, ἐνώπιον τῶν ἀπίστων τυράννων, τὴν καλὴν ὁμολογίαν ὡμολόγησας, καὶ δι᾿ ἀγχόνης ὑπεδέξω, τὸ μακάριον τέλος γηθόμενος. Ὅθεν τῆς αἰωνίου ζωῆς, ὡς Ἀθλοφόρος κατηξιώθης, καὶ παρίστασαι τῷ οὐρανίῳ Βασιλεῖ, πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν τελούντων τὴν μνήμην σου.

Ἦχος βαρύς.
Ἰδοὺ σήμερον οἱ πιστοί, ἐπὶ τῇ μνήμῃ σου συνελθόντες, εὐλαβῶς σε μακαρίζομεν, Κωνσταντῖνε Νεομάρτυς ἀήττητε· μαρτυρικὸν γὰρ ἀγῶνα διανύσας, τῆς ἀφθαρσίας τοὺς στεφάνους ἀνεδέξω, καὶ παρέστης Χριστῷ τῷ Θεῷ, ὡς τοῦ πάθους αὐτοῦ μιμητής, καὶ κοινωνὸς θαυμασιώτατος. Διὸ πρέσβευε ἐκτενῶς, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος πλ. δ΄.
Ἀγάπης οὐρανίου τῷ πυρί, ἀναφλεχθεὶς τὴν καρδίαν, τῆς ματαιότητος τοὺς συνδέσμους διέῤῥηξας, καὶ διὰ μετανοίας ἀληθοῦς, τῆς εὐσεβείας τῷ ζυγῷ, προθύμως σεαυτόν καθυπέταξας· Μαρτύρων δὲ τῷ ζήλῳ τιτρωσκόμενος, τὴν ἀπῃωρηθεῖσάν σοι ἀγχόνην, οὐδόλως ἐπτοήθης ὡς ἀήττητος, ἀλλ᾿ ἀνῆλθες ἐν αὐτῇ καὶ ἀπηγχόνισας, τῶν τυράννων Κωνσταντῖνε τὴν ἀπόνοιαν. ῍Ω τῆς μεγίστης σου ἀνδρείας, καὶ τῆς ἐνδόξου ἐνστάσεως! ὡς γὰρ Χριστοῦ μιμητής, θανατωθεὶς ἐν αὐτῇ, θυσία λογικὴ προσηνέχθης τῷ Θεῷ, τῷ σῴζοντι διὰ σοῦ, τὰς ψυχὰς τῶν τιμώντων σε.







Δόξα. Ἦχος α΄.
Φιλομαρτύρων οἱ δῆμοι, τὸν κραταιὸν Νεομάρτυρα, τιμῶμέν σε Κωνσταντῖνε ἀοίδιμε· ἰδεῖν γὰρ ἐφιέμενος, τῆς αἰωνίου ζωῆς τὴν λαμπρότητα, θανάτου ποτήριον ἐξέπιες, καὶ κλίμακι τὴν ἀγχόνην χρησάμενος, πρὸς Χριστὸν στεφηφόρος ἀνέδραμες. Διό σε σήμερον συνελθόντες, τοῖς ᾄσμασι μακαρίζομεν, καὶ τῷ σεπτῷ σου λειψάνῳ προσπίπτοντες, ἱκετηρίαν προσάγομεν λέγοντες· Πρέσβευε Ἀθλοφόρε, τῷ δοξάσαντί σοι ἐν Τριάδι Θεῷ, περιφρουρῆσαι καὶ σῶσαι τὴν πόλιν σου, τὴν πολιοῦχόν σε κεκτημένην, καὶ καυχωμένην τρανῶς τῇ ἀθλήσει σου.

Καὶ νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ, Στιχηρὰ προσόμοια. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις ὁ Νεομάρτυς Χριστοῦ, Νεομαρτύρων τὸ φαιδρὸν ἐγκαλλώπισμα, Μαρτύρων λαμπρὰ προσθήκη, ὡς ἐν ἐσχάτοις αὐτῶν, μιμητὴς ἐν πᾶσι καὶ ὁμότροπος· τῆς Ὕδρας τὸ βλάστημα, καὶ τῆς Ῥόδου τὸ καύχημα, τῆς Ἐκκλησίας, τὸ καινὸν ἐγκαλλώπισμα, τὸ οὐράνιον, Ὀρθοδόξων ἀγλάϊσμα· πίστεως τὸ ἀπάνθισμα, καὶ δόξα ἀρίζηλος, τῆς πατρικῆς εὐσεβείας, τὸ μυστικὸν καλλιέρημα. Χριστὸν ἐκδυσώπει, Κωνσταντῖνε ὑπὲρ πάντων, τῶν εὐφημούντων σε.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Χαίροις ὁ Ἀθλοφόρος Χριστοῦ, ὁ ἐν τῇ Ῥόδῳ ἐναθλήσας ὡς ἄσαρκος, καὶ φρύαγμα τῶν τυράννων, νικητικῶς καθελών, τῷ εὐσθενεστάτῳ μαρτυρίῳ σου· στεῤῥῶς γὰρ ὑπέμεινας, τῆς εἱρκτῆς τὸ ἐπώδυνον, τὰς δριμυτάτους, ἀλγηδόνας τοῦ σώματος, καὶ τὸν θάνατον, ὡς ζωῆς ὄντα πρόξενον. Ὅθεν σε ὁ φιλάνθρωπος, φωτὸς κατηξίωσαι, τῆς οὐρανῶν βασιλείας, σὺν τῶν Μαρτύρων τοῖς τάγμασι· μεθ᾿ ὧν Κωνσταντῖνε, ἐκδυσώπει ὑπὲρ πάντων τῶν εὐφημούντων σε.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίρει πνευματικῶς ἐπὶ σοί, πόλις Ῥοδίων Κωνσταντῖνε ἡ ἔνδοξος, καὶ μνήμην σου τὴν ἁγίαν, ἐπιτελεῖ εὐλαβῶς, τοὺς λαμπρούς σου ἄθλους μακαρίζουσα· καλῶς γὰρ διήνυσας, ἐν αὐτῇ τὸ μαρτύριον, καὶ πολιοῦχος, εὐδοκίᾳ τῇ ἄνωθεν, ἀναδέδειξαι, αὐτῆς Μάρτυς ἀκοίμητος. Ὅθεν καὶ τοῦ λειψάνου σου, τῇ θήκῃ προστρέχουσα, τῆς χάριτός σου λαμβάνει, ὑπερφυῶς τὰ δωρήματα, δοξάζουσα Μάρτυς, ὀρθοδόξως τὴν Τριάδα, τὴν ὁμοούσιον.
Δόξα. Ἦχος β΄.
Δεῦτε σήμερον πιστοί, τὸν Νεομάρτυρα Χριστοῦ, τὸν ἐξ Ὕδρας ἐκλάμψαντα, καὶ ἐν Ῥόδῳ ἀθλήσαντα, Κωνσταντῖνον τὸν ἔνδοξον, μαρτυρικοῖς ἐπαίνοις ἐγκωμιάσωμεν. Οὗτος γὰρ ὡς νουνεχής, τῶν τυράννων τὴν ἀσέβειαν μισήσας, τῆς πατρικῆς εὐσεβείας ἀντελάβετο, καὶ οὐκ ἐφείσω σαρκὸς θνησκούσης, βασάνοις ποικίλοις προσομιλήσας, ἀλλ᾿ ὡς ἄσαρκος ἐπὶ ἀγχόνης ἀνυψώθη, καὶ ἐταπείνωσεν ἐχθρὸν τὸν ἀνθρωπόλεθρον. Ὅθεν τῆς μελλούσης δόξης, τῶν ὑπὲρ ἔννοιαν κοινωνήσας ἀγαθῶν, τῷ Βασιλεῖ τῶν αἰώνων συμβασιλεύει, καὶ πρεσβεύει ἐκτενῶς, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης. Παλαιόν.
Κωνσταντῖνον τῆς Ὕδρας, τὸν ὑπέρτιμον ὄρπηκα, τῶν Νεομαρτύρων τὸ κλέος, τὸν ἐν Ῥόδῳ ἀθλήσαντα, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τιμήσωμεν προφρόνως ἀδελφοί, ὡς ὑπὲρ Χριστοῦ παθόντα, καὶ τὸν ἀγχόνης θάνατον δεξάμενον. Οὗτος συμβασιλεύει γὰρ Χριστῷ, καὶ ὑπὲρ ψάμμον ἰάματα, πᾶσι τοῖς προστρέχουσιν αὐτῷ, χύδην χαρίζεται.
Ἕτερον. Ὅμοιον.
Ἀνανήψας τῆς πλάνης, θεολήπτῳ φρονήματι, τὸ ὑπὲρ Χριστοῦ ἀνεδέξω, Κωνσταντῖνε μαρτύριον, καὶ ἤθλησας ἐν Ῥόδῳ ἀνδρικῶς, βασάνους ὑπομείνας χαλεπάς, καὶ μανίᾳ τῶν τυράννων ἀγχονισθείς· διό σοι ἀναβοῶμεν· Δόξα τῷ σὲ ἰσχύσαντι Θεῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Ἕτερον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Εὐσεβείας τὸ ῥόδον, τὸ εὐωδέστατον, τὸ μέγα κλέος τῆς Ῥόδου, καὶ πολιοῦχον στεῤῥόν, Κωνσταντῖνον οἱ πιστοὶ ἀνευφημήσωμεν, ὅτι Μαρτύρων τὴν ὁδόν, διανύσας ἐπὶ γῆς, ἐν οὐρανοῖς ἐδοξάσθη, καὶ πρεσβεύει νῦν τῇ Τριάδι, ἐν παῤῥησίᾳ ὑπὲρ πάντων ἡμῶν.
Τὸ ὁμόηχον Θεοτοκίον καὶ Ἀπόλυσις.








ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου.
Εὐφραίνου ἐν Χριστῷ, τῶν Ῥοδίων ἡ πόλις, προστάτην κραταιόν, καὶ θερμὸν πολιοῦχον, τὸν θεῖον Νεομάρτυρα, Κωνσταντῖνον πλουτήσασα, τὸν αἰσχύναντα, Ἀγαρηνῶν τὴν ἀπάτην, καὶ ὑψώσαντα, τῶν Ὀρθοδόξων τὸ κέρας, ἐσχάτοις ἐν ἔτεσι.
Δόξα. Ὅμοιον.
Ἀθλήσας ἀνδρικῶς, Κωνσταντῖνε ἐν Ῥόδῳ, ἐδόξασας Χριστόν, τὸν Σωτῆρα τοῦ κόσμου, καὶ τούτῳ νῦν παρίστασαι, σὺν Μαρτύρων τοῖς τάγμασι· μεθ᾿ ὧν πρέσβευε, ὑπὲρ ἡμῶν παῤῥησίᾳ, τῶν τιμώντων σου, τὴν ἀξιέπαινον μνήμην, παμμάκαρ ἐν ᾄσμασι.
Καὶ νῦν. Θεοτοκίον.
Παράδεισος τερπνός, ἀληθῶς ἀνεδείχθης, ὡς τίμιον ζωῆς, ἐκβλαστήσασα ξύλον, τῆς φύσεως Πανάχραντε, φυτουργὸν τὸν οὐράνιον, παρεχόμενον, φιλανθρωπίᾳ ἀφάτῳ, τὴν ἀνάστασιν, τοῖς νεκρωθεῖσιν ἀθλίως, Παρθένε τοῖς πάθεσι.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἀνανήψας εὐσεβῶς, ἀπὸ τῆς πλάνης τῶν ἐχθρῶν, μετανοίας στεναγμοῖς, προσῳκειώθης τῷ Χριστῷ, τῷ τῆς καρδίας σου ἔρωτι Κωνσταντῖνε, καὶ ὡς εὐσθενής, καθυπέμεινας, ἐν μαρτυρικῷ, παραστήματι, ἐπιφορὰς βασάνων δριμυτάτων, καὶ δι᾿ ἀγχόνης τὸν θάνατον. Ἀλλ᾿ ἐκδυσώπει, Θεὸν δοθῆναι, ἡμῖν λύσιν πταισμάτων.
Δόξα. Ὅμοιον.
Προσελθὼν δαυϊτικῶς, ἐν μετανοίᾳ τῷ Χριστῷ, ἐμιμήσω ἀνδρικῶς, πάθος τὸ τίμιον αὐτοῦ, καταφρονήσας τοῦ σώματος Κωνσταντῖνε, καὶ ὡς μυστικόν, προσενήνεξαι, ἔμψυχον αὐτῷ, ὁλοκάρπωμα, καρτερικῶς τελέσας δι᾿ ἀγχόνης, τοῦ μαρτυρίου τὸν δόλιχον. Ἀλλ᾿ ἐκδυσώπει, αὐτὸν σωθῆναι, τοὺς πιστῶς σε τιμῶντας.
Καὶ νῦν. Θεοτοκίον.
Τῇ δυνάμει τοῦ ἐκ σοῦ, ἐνανθρωπήσαντος φρικτῶς, καὶ λυτρώσαντος ἡμᾶς, τῆς ἁμαρτίας τοῦ Ἀδάμ, ὁ Κωνσταντῖνος ῥωννύμενος Θεοτόκε, ἔδραμε στεῤῥῶς, πρὸς τὸ στάδιον, καὶ μαρτυρικῶς, κατετρόπωσεν, Ἀγαρηνῶν τυράννων μιαιφόνων, τὸ ἐπαιρόμενον φρύαγμα· μεθ᾿ οὗ δυσώπει, ἡμᾶς σωθῆναι, τὸν Δεσπότην Παρθένε.







Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς ψυχῆς ἀποπλύνας τὸν μολυσμόν, τῶν δακρύων σου ὄμβροις δαυϊτικῶς, ἐδέξω τὴν δύναμιν, Παρακλήτου τὴν ἄμαχον, καὶ ταύτην περιφέρων, ὡς ὅπλον ἀήττητον, κατὰ τῆς ἀσεβείας, ἀνδρείως ἐχώρησας. Ὅθεν δι᾿ ἀγχόνης, τὸν ἀγῶνα τελέσας, Μαρτύρων ἀπέλαβες, τὸν ἀμάραντον στέφανον, Κωνσταντῖνε μακάριε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Ὅμοιον.
Ἀσεβείας τὴν πλάνην καταλιπών, ἐπανῆλθες πρὸς πίστιν τὴν εὐσεβῆ, καὶ ταύτην ἐκήρυξας, τῶν τυράννων ἐνώπιον, μηδόλως δειλιάσας, αὐτῶν τὴν αὐθάδειαν, ὡς δυνατὸς ἰσχύϊ, τῆς ἄνωθεν χάριτος. Ὅθεν ὑπομείνας, πολυτρόπους βασάνους, καὶ θάνατον βίαιον, τῆς ζωῆς κατηξίωσαι, Κωνσταντῖνε τῆς κρείττονος, πρεσβεύων τῷ Θεῷ ἐκτενῶς, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἐκτελοῦσιν ἐν ὕμνοις, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ ἐκ σοῦ σαρκωθέντος ὑπερφυῶς, τῇ ἀγάπῃ ἐνθέως κατατρωθείς, ὁ Μάρτυς Πανάχραντε, Κωνσταντῖνος ὁ ἔνδοξος, ὡς ἄσαρκος ὑπῆλθεν, ἀθλήσεως δίαυλον, καὶ ἐν αὐλαῖς τῆς ὄντως, ζωῆς κατεσκήνωσεν. Ὅθεν παῤῥησίᾳ, σὺν αὐτῷ ἐκδυσώπει, Θεὸν τὸν τρισάγιον, λυτρωθῆναι ὡς εὔσπλαγχνος, τοῦ πυρὸς τῆς κολάσεως, Παρθένε Θεοτόκε Ἁγνή, τοὺς ὑμνοῦντας τόκον σου τὸν ἄσπορον, δι᾿ οὗ ἀνέτειλε κόσμῳ, ἡ αὐγὴ τῆς χάριτος.

Οἱ Ἀναβαθμοί, ἤτοι τὸ α΄ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἤχου
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ζήτει τῇ κγ΄ Ἀπριλίου.
Ὁ Ν΄.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ο῾δὸν μαρτυρίου διανύσας, καὶ ἐχθρὸν εἰς τέλος θριαμβεύσας, ἐν οὐρανοῖς τὴν κατάπαυσιν ἔσχες, Μαρτύρων χοροῖς συναυλιζόμενος, Κωνσταντῖνε τῆς Ὕδρας τὸ βλάστημα, καὶ Ῥόδου τὸ καύχημα. Διὸ δυσωποῦμέν σε· Χριστὸν ἱκέτευε, ἐργάσασθαι μετόχους, τῆς βασιλείας οὐρανῶν, τοὺς ἀνυμνοῦντάς σε.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου...

Εἶτα οἱ Κανόνες, τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς στ΄, καὶ τοῦ Ἁγίου οἱ δύο εἰς η΄. Κανὼν πρῶτος τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς· «Κωνσταντῖνον Κύριλλος ὑμνεῖ ὁ Ρόδου».
ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιᾷ.
Κόσμου ἀλογήσας τῶν φθαρτῶν, τοῦ μαρτυρίου τοῖς πόνοις δεδόξασαι, Κωνσταντῖνε ἔνδοξε, καὶ φωτισμοῦ τοῦ μυστικοῦ πεπλήρωσαι· ὅθεν φῶς μοι αἴτει, ὑμνολογοῦντι τοὺς ἄθλους σου.
Ω῎φθης νεανίας εὐπρεπής, ἐνδεδυμένος τὴν χάριν τῆς πίστεως, Κωνσταντῖνε ἔνδοξε, καὶ δυσμενῶν τὰς παρατάξεις ᾔσχυνας, τῇ μαρτυρικῇ σου, ὡς ἀληθῶς γενναιότητι.
Νέος ὢν τὸ σῶμα κομιδῆ, τὸν παλαμναῖον δυνάστην κατέβαλες, Κωνσταντῖνε ἔνδοξε, νικητικῶς ἐν μαρτυρίου σκάμματι· ὅθεν τοὺς στεφάνους, τῆς ἀφθαρσίας ἀπέλαβες.
Θεοτοκίον.
Σῶσαι Θεοτόκε Μαριάμ, τοὺς καταφεύγοντας πόθῳ τῇ σκέπῃ σου, καὶ ὑμνολογοῦντάς σε, χαρμονικῶς ὡς τοῦ Θεοῦ ἀπείρανδρον, Ἄχραντε Μητέρα, δι᾿ ἧς ἡ πλάνη κατήργηται.

Κανὼν δεύτερος τοῦ Ἁγίου φέρων Ἀκροστιχίδα ἐν τοῖς Θεοτοκίοις τήνδε· «Κυρίλλου».
Ἦχος πλ. β΄. Ὡς ἐν ἡπείρῳ πεζεύσας.
Μαρτυρικαῖς διαλάμπων μαρμαρυγαῖς, τῷ Χριστῷ παρίστασαι, Κωνσταντῖνε εὐκλεῶς, ᾧ σωθῆναι πρέσβευε θερμῶς, τὰς ψυχὰς τῶν εὐσεβῶς ὑμνολογούντων σε.
Ε᾿κ ῥιζουχίας βλαστήσας θεοφιλοῦς, ἐν καιρῷ ἐξήνθησας, εὐσεβείας τοὺς καρπούς, Κωνσταντῖνε ἔνδοξε ἐχθροῖς, τοῖς ἀπίστοις καρτερῶς ἀντιταξάμενος.
Ε᾿ν τῷ καιρῷ τῆς δουλείας πλησιφαής, τῆς πατρῴας πίστεως, ἐξανέτειλας φωστήρ, Κωνσταντῖνε κράτιστε στεῤῤῶς, ἀρετὴν μαρτυρικὴν ἐπιδειξάμενος.
Θεοτοκίον.
Καταιγιζόμενον σάλῳ τῶν πειρασμῶν, τῇ γαλήνῃ σῶσόν με, τῶν θερμῶν σου πρεσβειῶν, πρὸς Χριστὸν τὸν εὔσπλαγχνον Ἁγνή, τὸν ἐκ σοῦ ὑπερφυῶς ἐνανθρωπήσαντα.









Κανὼν πρῶτος. ᾨδὴ γ΄. Ὁ μόνος εἰδώς.
Τυράννων ἀπίστων τὴν ὀφρύν, ἐπάτησας τοῖς ἄθλοις σου, καὶ εὐθαρσῶς αὐτοὺς ἐταπείνωσας, Χριστοῦ κηρύξας τὸ θεῖον ὄνομα, Κωνσταντῖνε ἔνδοξε, καὶ Σταυροῦ τῇ χάριτι, ἀλογήσας βασάνων τοῦ σώματος.
Α᾿θλῆσαι ποθήσας μανικῶς, τῷ ἔρωτι τοῦ Κτίστου σου, Ἀγαρηνῶν τὴν πλάνην διήλεγξας, καὶ πρὸς Μαρτύρων τὸ θεῖον στάδιον, ῥωμαλέος ἔδραμες, Κωνσταντῖνε ἔνδοξε, εὐσεβείας ἐκφαίνων τὴν δύναμιν.
Νεκρώσας εἰς τέλος τῆς σαρκός, τὸ φρόνημα ὡς πάνσοφος, καὶ παριδὼν ἀκμὴν τῆς νεότητος, τὰς ἀλγηδόνας ἀνδρείως ἤνεγκας, Κωνσταντῖνε ἔνδοξε, καὶ ζωῆς ἐπέτυχες, δι᾿ ἀγχόνης τὸ τέλος δεξάμενος.
Θεοτοκίον.
Τυράννου τὸ κράτος ἀληθῶς, τῷ τόκῳ σου κατέλυσας, καὶ τῆς Ἐδὲμ τὴν πύλην διήνοιξας, τοῖς ὀρθοδόξως ὁμολογοῦσί σε, Θεοτόκον Ἄχραντον, καὶ τοῦ Ἀρχαγγέλου σοι, μελῳδοῦσι τὸ Χαῖρε ἐκ πίστεως.

Κανὼν δεύτερος. Οὐκ ἔστιν Ἅγιος.
Ἡ Ὕδρα γάνυται τρανῶς, δόξῃ σου τῇ ἁγίᾳ, Κωνσταντῖνε παμμάκαρ, καὶ δοξάζει τὸν Θεόν, τὸν ἐν ἐσχάτοις καιροῖς, δοξασθέντα τῇ στεῤῥᾷ ἀθλήσει σου.
Θεοῦ τῇ χάριτι λαμπρῶς, φωτισθεὶς τὴν καρδίαν, μετανοίᾳ προσῆλθες, Κωνσταντῖνε τῷ Χριστῷ, καὶ ἀνεδείχθης αὐτοῦ, Ἀθλοφόρος τῇ ὁμολογίᾳ σου.
Εὐχαῖς σὺν δάκρυσιν θερμοῖς, προσελθὼν τῷ Κυρίῳ, Κωνσταντῖνε ἐδέξω, Παρακλήτου τὴν ἰσχύν, ἐν ᾗ καθεῖλες στεῤῥῶς, τοῦ δυνάστου θράσος τὸ ὑψάχευνον.
Θεοτοκίον.
Ὑμνοῦμεν Δέσποινα πιστῶς, τόκον σου τὸν φρικώδη, δι᾿ οὗ πᾶσα ἡ κτίσις, καὶ τὸ γένος τῶν βροτῶν, τῆς τοῦ γενάρχου Ἀδάμ, ἐλυτρώθη Μῆτερ κατακρίσεως.

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οὐκ ἐπτοήθης τῶν ἐχθρῶν τὴν μανίαν, οὐκ ἐφοβήθης τὸ σφοδρὸν τῶν βασάνων, ἀλλ᾿ ἀνδρικῶς ἐχώρησας πρὸς ἄθλησιν, φέρων ὅπλον τίμιον, τὸν Σταυρὸν τοῦ Σωτῆρος, καὶ κατετραυμάτισας, τῶν δαιμόνων τὸ θράσος. Ὅθεν Χριστῷ παρέστης νικητής, ὑπὲρ ἡμῶν Κωνσταντῖνε δεόμενος.
Δόξα. Ὅμοιον.
Τοῦ μαρτυρίου μυστικαῖς ἀγλαῒαις, τῇ Ἐκκλησίᾳ ὡς φωστὴρ ἀναλάμψας, ἐν τοῖς ἐσχάτοις ἔτεσι πανόλβιε, καταυγάζεις ἅπαντας, τοὺς πιστῶς σε τιμῶντας, καὶ ἀναβοῶντάς σοι, ἐκ ψυχῆς Κωνσταντῖνε· Χαῖρε Χριστοῦ ὁ νέος ἀθλητής, ὁ καταισχύνας τυράννων τὴν ἔπαρσιν.

Καὶ νῦν. Θεοτοκίον.
Τὸν Βασιλέα τοῦ παντὸς καὶ Σωτῆρα, τῶν Θεοτόκον σε πιστῶς εὐφημούντων, ὥσπερ Υἱόν σου καὶ Θεὸν ἱκέτευε, δοῦναι ὡς φιλάνθρωπος, εὐπραγίαν ἐν βίῳ, καὶ πταισμάτων ἄφεσιν, τοῖς οἰκτροῖς σου οἰκέταις, τοῖς πεποιθόσι Μῆτερ ἐπὶ σοί, καὶ μακαρίζουσι πόθῳ τὸν τόκον σου.

Κανὼν πρῶτος. ᾨδὴ δ΄. Ὄρος σε τῇ χάριτι.
Ἴσχυσας τῇ χάριτι, Θεοῦ Παντοκράτορος, ὁμολογῆσαι ἀνδρικῶς, ὡς νεανίας εὐσεβής, τυράννων ἐνώπιον, τοῦ Λυτρωτοῦ ὦ Κωνσταντῖνε τὸ ὄνομα, εἰς καταισχύνην αὐτῶν καὶ κατάπτωσιν.
Νέος ὢν τῷ σώματι, ἀλλ᾿ οὐ τῷ φρονήματι, κατὰ τῆς πλάνης τῶν ἐχθρῶν, Σταυροῦ τῷ ὅπλῳ πεποιθώς, ἀνδρείως ἐχώρησας, καὶ νικητὴς ὦ Κωνσταντῖνε ἀήττητος, διὰ βασάνων πολλῶν ἀναδέδειξαι.
Ὅλος πυρπολούμενος, τῷ ζήλῳ τῆς πίστεως, οὐκ ἐπτοήθης τὴν ψυχήν, δοκιμαζόμενος πικραῖς, αἰκίαις τοῦ σώματος, ἀλλ᾿ ἐν αὐταῖς ἐγκαρτερήσας ὡς ἄσαρκος, ὦ Κωνσταντῖνε Θεὸν ἐμεγάλυνας.
Θεοτοκίον.
Νόμους Θεονύμφευτε, φυγοῦσα τῆς φύσεως, τὸν Βασιλέα τοῦ παντός, Χριστὸν τὸν Κύριον ἡμῶν, ἀσπόρως ἐκύησας· διὸ πιστῶς οἱ γηγενεῖς σε γεραίρομεν, τὴν σωτηρίαν ἡμῶν καὶ ἀντίληψιν.

Κανὼν δεύτερος. Χριστός μου δύναμις.
Χριστῷ ἑπόμενος, τῇ μετανοίᾳ σου, κριτηρίῳ παρέστης τυραννικῷ, Κωνσταντῖνε ἔνδοξε, καὶ ἐταπείνωσας ἐχθρόν, τὸν σὲ πρῴην φενακίσαντα.
Ἀκμὴν νεότητος, ὡς νουνεχέστατος, καὶ τρυφὰς ἐπικήρους ὑπεριδών, ὡς διψῶσα ἔλαφος, πρὸς μαρτυρίου τὴν ὁδόν, Κωνσταντῖνε προσεχώρησας.
Σταυροῦ τῇ χάριτι, ἐνδυναμούμενος, ἐμιμήσω τὸ πάθος τοῦ Ἰησοῦ, Κωνσταντῖνε ἔνδοξε· διὸ μετέσχες ἐν Ἐδέμ, τῆς χαρᾶς τῆς Ἀναστάσεως.
Θεοτοκίον.
Ῥοαῖς Θεόνυμφε, τῆς εὐσπλαγχνίας σου, ἀναψύχουσα δεῦρο ὡς ἀγαθή, τὰς ψυχὰς τῶν δούλων σου, τῶν προσκυνούντων εὐσεβῶς, τὸ μυστήριον τοῦ τόκου σου.








Κανὼν πρῶτος. ᾨδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Καταιγίδι τῶν βασάνων σφοδρῶς χειμαζόμενος, μαρτυρίου Κωνσταντῖνε διέβης τὴν θάλασσαν, καὶ λιμένα εὗρες γαληνόν, Χριστοῦ τοῦ ζωοδότου, τὴν βασιλείαν μακάριε.
Ὑπομείνας ἀνενδότως, εἱρκτῆς τὸ ἐπώδυνον, καὶ τὰς ἄλλας Κωνσταντῖνε, κακώσεις τοῦ σώματος, δι᾿ ἀγχόνης ἔτυχες τῆς σῆς, παμμάκαρ προσδοκίας, ὡς Νεομάρτυς περίδοξος.
Ῥητορεύσας εὐσεβείας, πανσόφως τὰ ῥήματα, ἀσεβείας Κωνσταντῖνε ὀφρὺν ἐταπείνωσας, καὶ ἐπώφθης στήριγμα λαμπρόν, ἐν χρόνοις τῆς δουλείας, τῷ Ὀρθοδόξῳ πληρώματι.
Θεοτοκίον.
Ἰατῆρα καὶ Σωτῆρα, ἀνθρώποις ἐκύησας, ἐξ ἁγίων σου αἱμάτων Χριστὸν Μητροπάρθενε· ὅθεν τὴν νοσοῦσάν μου ψυχήν, θεράπευσον ἐλαίῳ, τῆς εὐσπλαγχνίας σου δέομαι.

Κανὼν δεύτερος. Τῷ θείῳ φέγγει σου.
Τοῦ μαρτυρίου σου τῷ φωτί, λάμψας ἐν δουλείας τῇ νυκτί, ὥσπερ φωστὴρ παμφαέστατος, Κωνσταντῖνε Μάρτυς σοφέ, Θεοῦ τὸν λαόν, ἐφώτισας τῇ αἴγλῃ, τῶν θαυμασίων σου.
Ἐθεολόγησας εὐσεβῶς, ζήλῳ ἐναντίον τῶν ἐχθρῶν, ὁμολογήσας τὸν Κύριον, Κωνσταντῖνε Μάρτυς στεῤῥέ· διὸ παρ᾿ αὐτοῦ, τὸν στέφανον ἐδέξω, τὸν ἀμαράντινον.
Ὑπὲρ τῆς πίστεως τοῦ Χριστοῦ, ἐν ῥωμαλεότητι φρενῶν, ἀγχονισθεὶς ἀπηνέστατα, οὐρανίου ὕψους λαμπρῶς, ἐπέβης· διὸ, Μαρτύρων Κωνσταντῖνε, τῆς δόξης ἔτυχες.
Θεοτοκίον.
Ἵλεων ποίησον τὸν ἐκ σοῦ, σάρκα προσλαβόμενον Ἁγνή, δι᾿ εὐσπλαγχνίαν ἀνείκαστον, Θεοτόκε πᾶσιν ἡμῖν, τοῖς πίστει θερμῇ, ὑμνοῦσιν ἀκορέστως, τὰ μεγαλεῖά σου.














Κανὼν πρῶτος. ᾨδὴ στ΄. Ἐκύκλωσεν ἡμᾶς.
Λαμπόμενος φωτὶ τῆς θείας γνώσεως, ἐν σκότει διετέλεσας, τῆς ζοφώδους παμμακάριστε εἱρκτῆς, ἐν ᾗ ὁ Δεσπότης ἐνισχύων σε, ἐπιφανείς, τὰς τῆς σαρκός σου πληγὰς ἰάσατο.
Λευκάνας τὴν ψυχήν τὸ πρῶτον δάκρυσι, τοῖς ἄθλοις σου ἐσύστερον, Κωνσταντῖνε κατεποίκιλας αὐτήν, καὶ λελαμπρυσμένος τῇ ἀθλήσει σου, ἐν πλατυσμῷ, τοῦ Παραδείσου Μάρτυς ἐσκήνωσας.
Ὀρθρίσας πρὸς Χριστὸν τῆς μετανοίας σου, ἐνθέοις προτερήμασι, τῆς ἡμέρας ἀναδέδειξαι υἱός, Μάρτυς Κωνσταντῖνε καὶ διέλυσας, τυραννικῆς, θεοεχθρίας σκότος τὸ βύθιον.
Θεοτοκίον.
Σωτῆρα τοῦ Πατρὸς ἡμῖν κυήσασα, τὸν Λόγον Μητροπάρθενε, καθικέτευε ὡς εὔσπλαγχνος αὐτόν, ἵνα λυτρωθῶμεν πάσης θλίψεως, καὶ πειρασμῶν, οἱ Θεοτόκον ὁμολογοῦντές σε.

Κανὼν δεύτερος. Τοῦ βίου τὴν θάλασσαν.
Ἐν Ῥόδῳ ἠγώνισαι, τὸν ἀγῶνα τὸν καλόν, καὶ ἐν Σιὼν πολύαθλε, νῦν ἐκλάμπεις τῇ ἄνω περιφανῶς, Μαρτύρων τοῖς τάγμασι, Κωνσταντῖνε ὡς Μάρτυς ἀκατάπληκτος.
Εἱρκτῆς καθυπέμεινας, τὰς κακώσεις καρτερῶς, καὶ τὰς πληγὰς ὑπήνεγκας, ἀτενίζων παμμάκαρ πρὸς οὐρανόν, ἐξ οὗ καὶ τὰ ἔπαθλα, Κωνσταντῖνε ἐδέξω τῶν ἀγώνων σου.
Τῆς κρείττονος στάσεως, οὐδαμῶς παρατραπείς, ταῖς ἀλγειναῖς κολάσεσι, καὶ βασάνοις μακάριε τῆς σαρκός, ἀγχόνῃ ἀνέδραμες, Κωνσταντῖνε Χριστῷ ὥσπερ ἐπόθησας.
Θεοτοκίον.
Λαὸν τὸν τιμῶντά σε, ἀπὸ πάσης συμφορᾶς, ὡς ἀγαθὴ διάσωσον, ταῖς πρεσβείαις σου Ἄχραντε πρὸς Χριστόν, τὸν εὔσπλαγχνον Κύριον, τὸν ἀφράστως ἐκ σοῦ ἐνανθρωπήσαντα.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἑορτάζει σήμερον, τὴν παναγίαν σου μνήμην, Κωνσταντῖνε ἔνδοξε, ἀγαλλομένη ἡ Ῥόδος, ἄθλοις σου, τοῖς ὑπὲρ φύσιν ἁγιασθεῖσα, μέγαν δέ, ἀπολαβοῦσά σε πολιοῦχον, καὶ πιστῶς σοι ἀνακράζει· Χαίροις ὁ θεῖος προστάτης καὶ φύλαξ μου.
Ὁ Οἶκος.
Τῆς χάριτος τῇ ἀστραπῇ, ὡς κατηυγάσθης τὴν ψυχήν, τῆς ἀσεβείας τὴν ὁδόν, κατέλιπες ὁλοσχερῶς, καὶ ἐν μετανοίᾳ Θεὸν ἐξεζήτησας, τὴν στρωμνήν σου δαυϊτικῶς, καταβρέχων τοῖς δάκρυσι, καὶ κραυγάζων αὐτῷ γοερῶς· Ἡμάρτηκα, Κύριε, ἡμάρτηκα, καὶ τὴν ἁμαρτίαν μου ἐγὼ γινώσκω· ἀλλ᾿ ὁ τοῦ Κορυφαίου τὴν μετάνοιαν προσδεξάμενος, καὶ τελώνην καὶ τὴν ἁμαρτωλὸν δικαιώσας, ἔπιδε ἐπὶ τὴν ταπείνωσιν τοῦ δούλου σου, καὶ ἀνάδειξόν με τῆς ὁμολογίας σου ἄξιον· Αὐτὸς δὲ ὡς πολυεύσπλαχνος, καὶ ἐπὶ κακίαις ἀνθρώπων μετανοῶν, τὴν κραυγήν σου προσδεξάμενος, Μαρτύρων σε γενέσθαι κοινωνὸν κατηξίωσε, καὶ τοῖς θαύμασι Κωνσταντῖνε ἐδόξασεν. Ὅθεν σήμερον ἡ περιώνυμος Ῥόδος, τοῖς ἄθλοις σου ὡραϊζομένη, ἐπιτελεῖ ἀξιοχρέως τὴν μνήμην σου, καὶ ὡς πολιοῦχον σε λαμπρὸν μακαρίζουσα, ἐν εὐφροσύνῃ ἀνακραυγάζει σοι· Χαίροις ὁ θεῖος προστάτης καὶ φύλαξ μου.

Μηνολόγιον.
Τῇ ΙΔ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Νεομάρτυρος Κωνσταντίνου τοῦ Ὑδραίου, τοῦ ἐν Ῥόδῳ δι᾿ ἀγχόνης μαρτυρικῶς τελειωθέντος ἐν ἔτει 1800.
Ὁ Κωνσταντῖνος ὑψωθεὶς τῇ ἀγχόνῃ,
Πρὸς Παραδείσου πλατυσμὸν ἀνυψώθη.
Βρόχον Κωνσταντῖνος δεκάτῃ τέτληκε τετάρτῃ.
Οὗτος ὁ ἔνδοξος Νεομάρτυς τοῦ Χριστοῦ Κωνσταντῖνος ὑπῆρξεν υἱὸς γονέων εὐσεβῶν, ὧν ἡ κλῆσις Μιχαὴλ καὶ Μαρίνα, γεννηθεὶς ἐν τῇ νήσῳ Ὕδρᾳ. Ἀπορφανισθεὶς τοῦ πατρὸς αὐτοῦ ἐν νεαρᾷ ἡλικίᾳ καὶ μὴ ἔχων πορίζεσθαι τὰ πρὸς τὸ ζῆν, μετῴκησεν εἰς Ῥόδον, ἔνθα τῇ συνεργίᾳ τοῦ πονηροῦ, δελεασθεὶς ὑπὸ τοῦ ὀθωμανοῦ διοικητοῦ αὐτῆς Χασάν Πασᾶ, ἠρνήθη τὴν Ὀρθόδοξον πίστιν καὶ ἠσπάσατο τὴν τῶν Ἀγαρηνῶν ἀπιστίαν, περιτμηθεὶς καὶ μετονομασθεὶς Χασάν.
Παρεληλυθότων ἐνιαυτῶν τινῶν ἐπανέκαμψεν εἰς Ὕδραν πρὸς συντυχίαν τῆς μητρὸς αὐτοῦ Μαρίνης, ἥτις οὐκ ἐδέξατο αὐτὸν ἐν τῇ οἰκίᾳ, ἀπαντήσασα αὐτῷ ἔσωθεν ὅτι οὐκ ἔχῃ υἱὸν ὀθωμανὸν ὀνομαζόμενον Χασάν, ἀλλὰ Χριστιανόν, φέροντα τὸ ὄνομα Κωνσταντῖνος. Ἐπὶ τῷ ἀκούσματι τούτῳ ἀνανήψας οὗτος καὶ ἐλθὼν εἰς ἑαυτὸν, μετενόησεν εἰλικρινῶς καὶ ἀνεχώρησεν εἰς Κριμαίαν, κακεῖθεν δὲ ἀπάρας ἦλθεν ἐν τῇ Βασιλευούσῃ τῶν πόλεων καὶ συναντήσας τὸν Πατριάρχην Γρηγόριον τὸν ἐκ Δημητσάνης ἐξωμολογήσατο αὐτῷ τὰ κατ᾿ αὐτὸν ἅπαντα, ἃ ἀκούσας ὁ μακάριος ἐκεῖνος καὶ συμβουλεύσας αὐτὸν ἱκανὸν ἀπέστειλεν εἰς τό Ἅγιος Ὄρος, ἔνθα ἐλθών, παρέμεινεν ἐν τῇ σεβασμίᾳ Μονῇ τῶν Ἰβήρων ἀγωνιζόμενος τὸν καλὸν ἀγῶνα τῆς πίστεως καὶ μετανοῶν εἰλικρινῶς ἐπὶ τῇ προτέρᾳ αὐτοῦ ἀσεβεῖ διαγωγῇ.
Προετοιμασθεὶς ᾧδε καὶ προγυμνασθεὶς, ἐπανέλυσεν εἰς Ῥόδον καὶ ἐμφανισθεὶς τῷ Πασᾷ, ὡμολόγησεν εὐθαρσῶς ἑαυτὸν Χριστιανόν, κηρύξας τὸ σωτήριον τοῦ Κυρίου ὄνομα καὶ ἐλέγξας σφοδρῶς τὴν πλάνην τῆς ἀσεβείας τῶν ὀθωμανῶν. Ἐντεῦθεν ὁ μακάριος ἐν εἱρκτῇ βληθεὶς καὶ ποικίλως βασανισθείς καὶ ἐν πᾶσιν ἄτρεπτος διαμείνας ἐδέξατο δι᾿ ἀγχόνης τὸ μακάριον τέλος τῇ 14ῃ Νοεμβρίου μηνός, τοῦ σωτηρίου ἔτους 1800ου, ἀρχιερατεύοντος ἐν Ῥόδῳ τοῦ ἀοιδίμου Μητροπολίτου Ἀγαπίου, ὅστις, ἀδείᾳ τῶν τυράννων, λαβὼν τὸ μαρτυρικὸν σῶμα τοῦ Ἁγίου ἐκήδευσεν αὐτὸ ἐντίμως εἰς τὸν πάνσεπτον Ναὸν τῶν Εἰσοδίων τῆς Ὑπεραγίας Θεοτόκου Νεοχωρίου, ἔνθα ἐτησίως ἡ μνήμη αὐτοῦ ὑπὸ τῶν εὐσεβῶν ἐπιτελεῖται.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου Φιλίππου, ἑνὸς τῆς πρώτης χορείας τῶν δώδεκα.
Ἀρθεὶς Φίλιππος ἐκ ποδῶν ἐπὶ ξύλου,
Τὰ τῶν ποδῶν σοι νίπτρα, Σῶτερ, ἐκτίει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου Ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ θαυματουργοῦ, τοῦ Παλαμᾶ.
Φωτὸς λαμπρὸν κήρυκα νῦν ὄντως μέγαν,
Πηγὴ φάους ἄδυτον ἄγει πρὸς φέγγος.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανὼν πρῶτος. ᾨδὴ ζ΄. Σὲ νοητὴν, Θεοτόκε.
Ὑπερφυῶς, Κωνσταντῖνε ἤθλησας, ἐν τῆς δουλείας τῷ καιρῷ, καὶ τὴν πλάνην Ἀγαρηνῶν, τῇ ὁμολογίᾳ σου, Μάρτυς ἐξεφαύλισας, ὡς δὲ στρουθίον ἀνίσχυρον, τὸν παλαμναῖον δυνάστην, εἰς τέλος κατεπάτησας.
Μαρτυρικήν, ἐπιδείξας ἔνστασιν, ὡς εὐσεβείας ἀθλητής, τῶν Μαρτύρων ἐν οὐρανοῖς, δόξῃ κατηξίωσαι, τῆς μακαριότητος, μεθ᾿ ὦν τὸν Κτίστην ἱκέτευε, Κωνσταντῖνε θεόφρον, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Νεανικῷ, Κωνσταντῖνε ἔνδοξε, ἐν παραστήματι Χριστοῦ, Ἀθλοφόρος ἀναδειχθείς, ἐν πόλῳ παρίστασαι, αὐτῷ αὐγαζόμενος, τῇ φωταυγείᾳ τῆς χάριτος, καὶ ἐκλάμπων ἐκεῖθεν, τῇ αἴγλῃ τῶν θαυμάτων σου.
Θεοτοκίον.
Εὐλογητός, Θεοτόκε Ἄχραντε, ὁ ἀπειράνδρως σαρκωθείς, ἐκ γαστρός σου Θεὸς ἡμῶν, καὶ σώσας τὰ σύμπαντα, πλούτῳ ἀγαθότητος, ὁ μητρικαῖς σου δεήσεσιν, τοῖς ὑμνοῦσί σε χάριν, καὶ ἔλεος δωρούμενος.

Κανὼν δεύτερος. Οἱ Παῖδες ἐν Βαβυλῶνι.
Ἰλύος ἀποστασίας, τῆς μετανοίας τοῖς δάκρυσι, μυστικῶς ἑαυτὸν ἀποπλύνας, Κωνσταντῖνε πολύαθλε, Θεῷ θυσία ἄμωμος, καθαρὰ προσενήνεξαι.
Τῆς πίστεως τὴν ἀνδρείαν, καὶ εὐσεβείας τὴν δύναμιν, κεκτημένος ἐχθρῶν Κωνσταντῖνε, τὴν ὀφρὺν ἐταπείνωσας, καὶ ἀσεβείας ἔλυσας, παρατάξεις τοῖς ἄθλοις σου.
Ἡ Ῥόδος σε πολιοῦχον, ἀπολαβοῦσα ἀκοίμητον, μακαρίζει λαμπρῶς Κωνσταντῖνε, τὴν ἁγίαν σου ἄθλησιν, δι᾿ ἧς Χριστοῦ τὸ ὄνομα, ῥωμαλέως ἐδόξασας.
Θεοτοκίον.
Λαός σε τῶν Ὀρθοδόξων, Θεοκυῆτορ Ἀπείρανδρε, μακαρίζει πιστῶς καὶ γεραίρει, τὸν ἀμόλυντον τόκον σου, δι᾿ οὗ τῷ κόσμῳ ἔλαμψε, φῶς τὸ θεῖον τῆς γνώσεως.








Κανὼν πρῶτος. ᾨδὴ η΄. Ἐν καμίνῳ παῖδες Ἰσραήλ.
Ἱερεῖον ἔμψυχον Θεῷ, προσήχθης Κωνσταντῖνε· ἐχθρῶν γὰρ μὴ δειλιάσας, τὴν ὑπέρογκον ὀφρύν, κραυγάζων ἐνήθλησας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶ-νας.
Ὁ γεννάδας Μάρτυς τοῦ Χριστοῦ, χαῖρε ὦ Κωνσταντῖνε, τῆς Ὕδρας ὁ θεῖος γόνος, καὶ τῆς Ῥόδου τῆς κλυτῆς, τὸ μέγιστον καύχημα· σὺ γὰρ δρόμον χαίρων τοῦ θείου μαρτυρίου, ἐτέλεσας τρισμάκαρ, καὶ τῶν Ὀρθοδόξων, ἐκράτυνας τὴν πίστιν.
Ῥωμαλέος ὤφθης ἀθλητής, κατὰ τῶν ἀλλοφύλων, ἰσχὺν περιεζωσμένος, Κωνσταντῖνε θαυμαστέ, τῆς ἄνωθεν χάριτος, καὶ καθεῖλες τούτων τὸ ἵππειον θράσος, μὴ πτήξας τὰς βασάνους, καὶ καθυπομείνας, τὸ τέλος δι᾿ ἀγχόνης.

Θεοτοκίον.
Ὁ Δεσπότης Μῆτερ σαρκωθείς, δι᾿ ἄκραν εὐσπλαγχνίαν, ἐκ σοῦ τῆς Ἀειπαρθένου, τῆς κατάρας τοῦ Ἀδάμ, τοὺς ψάλλοντας ἔσωσεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν δεύτερος. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Ἀποπτύσας τὸν ζόφον, τῆς ματαιότητος, τῷ φωτὶ ἐπανῆλθες, Χριστοῦ τῆς πίστεως, ἧς καὶ τὴν ἰσχὺν τοῖς σοῖς, ἄθλοις ἐτράνωσας, Μάρτυς Κωνσταν-τῖνε, Μαρτύρων ὡραιότης.
Καρτερίαν ἐν πόνοις, ἐπιδειξάμενος, ὡς Χριστοῦ τῇ ἀγάπῃ, ἐνισχυόμενος, εἰς ἁγιασμὸν τανῦν, τοῦ μαρτυρίου σου, ἔχεις τοὺς ἀγῶνας, ἐν πόλῳ Κωνσταντῖνε.
Τῶν Ὑδραίων ἡ νῆσος, ἡ σὲ βλαστήσασα, σὺν τῇ Ῥόδῳ χορεύει· καὶ γὰρ ἀμφότεραι, πολιοῦχόν σε λαμπρόν, Μάρτυς ἐκτήσαντο, καὶ ἐν τοῖς κινδύνοις, προστάτην Κωνσταντῖνε.
Θεοτοκίον.
Ὁ ἐκ σοῦ νηπιάσας, Λόγος ἐλύτρωσε, τῶν ἀνθρώπων τὸ γένος, τῆς παραβάσεως· ὅθεν ἀπαύστως αὐτῷ, πρέσβευε Ἄχραντε, ἵνα σωτηρίας, ἡμεῖς ἀξιωθῶμεν.









Κανὼν πρῶτος. ᾨδὴ θ΄. Τύπον τῆς ἁγνῆς λοχείας σου.
Δῶρον ἑαυτὸν προσήνεγκας, καὶ μυστικὴν θυσίαν, Μάρτυς τῷ κτίσαντι, βασάνων πολλῶν, καθυπομείνας τὰ τραύματα, καὶ ἀγχόνῃ ἀθλήσας ὡς ἄσαρκος· διό σε Κωνσταντῖνε, ἀκαταπαύστως μακαρίζομεν.
Ὅλος τῷ φωτὶ λαμπόμενος, τῆς ἀθανάτου δόξης, Μάρτυς ὡς ἄριστος, Χριστῷ τῷ Θεῷ, ὦ Κωνσταντῖνε παρίστασαι, σὺν Μαρτύρων Ἁγίων τοῖς τάγμασι, μεθ᾿ ὧν ἀεὶ δυσώπει, ὑπὲρ τῶν πόθῳ εὐφημούντων σε.
Ὕμνοις εὐσεβῶς τιμῶμέν σε, τὴν φαεινήν σου μνήμην, σήμερον ἄγοντες, Μάρτυς οἱ πιστοί, καὶ ταπεινῶς ἀνακράζομεν· Τὴν Ἁγίαν Τριάδα ἱκέτευε, ἔνδοξε Κωνσταντῖνε, ἐλεηθῆναι τοὺς ὑμνοῦντάς σε.
Θεοτοκίον.
Ὕψωσας τῷ ξένῳ τόκῳ σου, τὴν ἀνθρωπίνην φύσιν, εἰς τὰ οὐράνια· διὸ οἱ πιστοί, ἀξιοχρέως τιμῶμέν σε, Θεοτόκε Παρθένε βοῶντές σοι· Χαῖρε Εὐλογημένη, τοῦ Βασιλέως τὸ παλάτιον.

Κανὼν δεύτερος. Θεὸν ἀνθρώποις.
Καθάπερ μῦρον, Χριστῷ προσήγαγες, ὡς ἡ γυνὴ ἐκείνη, μετανοίας τὰ δάκρυα, ὡς δῶρον δὲ τίμιον, σαρκὸς τὰς πληγάς, ἔνδοξε Κωνσταντῖνε· διὸ τιμῶμέν σε, ἐν ἀγαλλιάσει οἱ πιστοὶ ἐπὶ τῇ μνήμῃ σου.
Πλησιφαῆ σε, φωστῆρα ἔχουσα, ἡ τῶν Ῥοδίων νῆσος, Κωνσταντῖνε πολύαθλε, δοξάζει τὸν Κύριον, τὸν ἐν οὐρανοῖς, δοξάζοντά σε Μάρτυς, καὶ ταῖς πρεσβείαις σου, τοῖς ὑμνολόγοις σου ἀεὶ χάριν παρέχοντα.
Μετὰ Μαρτύρων, ὡς Μάρτυς ἔνδοξος, καὶ πάντων τῶν Ἁγίων, ὡς αὐτῶν ἰσοστάσιος, Τριάδα τὴν ἄκτιστον, δυσώπει θερμῶς, ἵνα ῥυσθῶμεν πάντες, οἱ εὐφημοῦντές σε, ἀπὸ παντοίων πειρασμῶν καὶ περιστάσεων.
Θεοτοκίον.
Ὑπεραγία, Παρθένε Ἄχραντε, σὲ ὡς Θεοῦ Μητέρα, εὐφημοῦμεν δεόμενοι· Ἱκέτευε πάντοτε, τὸν ὑπερφυῶς, ἐκ σοῦ σωματωθέντα, σῶσαι Πανάχραντε, τοὺς ἀνευφημοῦντας ἐκ ψυχῆς τὰ μεγαλεῖά σου.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ὡς τετρωμένος ἔρωτι, θεϊκῷ τὴν καρδίαν, ἐθελουσίως ὥρμησας, μαρτυρίου τοῖς ἄθλοις, καὶ τὸν σὲ πρῴην δολίως, ἀπατήσαντα ὄφιν, εἰς τέλος ἀπενέκρωσας, τῶν βασάνων τὰ εἴδη, ὑπενεγκών, ὥσπερ ἄλλου πάσχοντος Κωνσταντῖνε, καὶ θάνατον τὸν τίμιον, ὑποστὰς δι᾿ ἀγχόνης.
Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.
Τὸν Μάρτυρα τὸν ἔνδοξον, Θεοῦ τοῦ παντοκράτορος, τὸν τροπαιοῦχον ὁπλίτην, τῆς πίστεως Κωνσταντῖνον, τῆς Ῥόδου τὸ ἀγλάϊσμα, καὶ πολιοῦχον μέλψωμεν, αὐτῷ ἀνακραυγάζοντες· Ὑπὲρ ἡμῶν ἐκδυσώπει, τῶν εὐφημούντων σε πόθῳ.
Θεοτοκίον.
Παρθένε Ἀπειρόγαμε, Ἁγνὴ Θεογεννήτρια, σὺν τῷ κλεινῷ Κωνσταντίνῳ, τῷ νέῳ ἐν Ἀθλοφόροις, τὸν ἐξ ἁγνῶν αἱμάτων σου, φρικτῶς ἐνανθρωπήσαντα, ὑπὲρ ἡμῶν ἱκέτευε, ἵνα ῥυσθῶμεν κινδύνων, καὶ συμφορῶν ἀδοκήτων.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Ὁ τῶν Μαρτύρων ζηλώσας τὴν ἀνδρείαν, ὅτε πρὸς ἀθλήσεως, τὸ θεῖον στάδιον, ἐθελουσίως ἐχώρησας, καταφρονήσας, τῆς φθειρομένης ζωῆς ὡς πάνσοφος, τότε ἀνεκήρυξας, εὐσήμῳ στόματι, Χριστοῦ τὸ ἅγιον ὄνομα, ἐπὶ τυράννων, καὶ ἀσεβείας τὴν πλάνην ἤλεγξας. Ὅθεν ἀθλήσας τὸ οὐράνιον, Κωνσταντῖνε ἐδέξω διάδημα, καὶ πρεσβεύεις ἀπαύστως, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τῶν δυσσεβούντων τυράννων τὴν ἀπάτην, ὡς πλήρης φρονήσεως, ἀπαρνησάμενος, τῆς μετανοίας τοῖς δάκρυσιν, ἐπανεκτήσω, τὸν μαργαρίτην τῆς θείας πίστεως· ἐντεῦθεν πρὸς ἄθλησιν, γενναίως ὥρμησας, καὶ τῆς σαρκὸς μὴ φεισάμενος, τοῦ διαβόλου, τὰς μεθοδείας πάσας ἐπάτησας, καὶ προσηνέχθης θῦμα τέλειον, δι᾿ ἀγχόνης Χριστῷ τῷ Δεσπότῃ σου· ὃν ἱκέτευε σῶσαι, Κωνσταντῖνε τὰς ψυχὰς ἡμῶν.

Τῆς μετανοίας ἀρότρῳ γεωργήσας, ψυχῆς σου τὴν ἄρουραν, Μάρτυς πανεύφημε, τὴν παγκαρπίαν ἐξήνεγκας, τῆς εὐσεβείας, διὰ τῶν ἄθλων τοῦ μαρτυρίου σου· ἐχθροῖς γὰρ τῆς πίστεως, ἀντιταξάμενος, μετὰ βασάνους ὑπήνεγκας, τὸν δι᾿ ἀγχόνης, ὦ Κωνσταντῖνε ἀσμένως θάνατον. Ὅθεν ζωῆς τῆς ὑπὲρ ἔννοιαν, ἐν μεθέξει ἀξίως γενόμενος, τὸν Χριστὸν ἐκδυσώπει, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τοῦ μαρτυρίου τὸν δρόμον δι᾿ ἀγχόνης, τελέσας ὡς ἄσαρκος, ῥώμῃ τοῦ Πνεύματος, εἰς τὸν νυμφῶνα κατέπαυσας, τῆς ἀφθαρσίας, καὶ ἐπληρώθης δόξης τῆς ἄνωθεν· ἐντεῦθεν ἰάματα, ἐκβλύζεις πάντοτε, τοῖς προσιοῦσιν ἐκ πίστεως, τῷ σῷ λειψάνῳ, ὦ Κωνσταντῖνε Ῥόδου τὸ καύχημα· ἀλλὰ καὶ πᾶσι τοῖς τελοῦσί σου, εὐλαβῶς τὴν πανήγυριν σήμερον, ταῖς πρεσβείαις σου αἴτει, τῶν πταισμάτων τὴν συγχώρησιν.

Δόξα. Ἦχος πλ. α΄.
Σήμερον ὁ τῆς Ῥόδου μέγας πολιοῦχος, καὶ ἡμέτερος τῶν εὐσεβῶν προστάτης, Κωνσταντῖνος τῆς Ὕδρας τὸ βλάστημα, ἐπὶ τῇ μνήμῃ αὐτοῦ ἡμᾶς συνεκάλεσε, τοῦ βοῆσαι πρὸς αὐτόν· Χαίροις ὁ μετανοίας τοῖς δάκρυσι, τὸν θησαυρὸν τῆς χάριτος κτησάμενος, ὃν ἀπώλεσας πρῴην, ἀπατηθεὶς ὑπὸ τοῦ ὄφεως· Χαίροις ὁ ἐν δυνάμει τῆς πίστεως, ἐπὶ τυράννων Χριστὸν ὁμολογήσας, καὶ αὐτῶν καταισχύνας, τὸ ἀσεβέστατον φρύαγμα· Χαίροις ὁ τῇ ἀγχόνῃ ὑψωθείς, πρὸς οὐρανῶν τὴν λαμπρότητα, καὶ τῶν Μαρτύρων τῆς δόξης κοινωνήσας. Ἀλλ᾿ ὡς ἔχων παῤῥησίαν πρὸς Θεόν, Νεομάρτυς πανεύφημε, πρέσβευε ἐκτενῶς, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Χαίροις Κωνσταντῖνε Μάρτυς Χριστοῦ, τῆς ὁμολογίας, ὁ οὐράνιος θησαυρός· χαίροις ὁ ἐν Ῥόδῳ, ἀνδρείως μαρτυρήσας, καὶ ταύτης πολιοῦχος, ὑπάρχων μέγιστος.
Δεῦτε εὐφημήσωμεν εὐλαβῶς, τὸν μέγαν τῆς Ῥόδου, πολιοῦχον οἱ εὐσεβεῖς, χαίροις ἐκβοῶντες, παμμάκαρ Κωνσταντῖνε, τῶν πρόπαλαι Μαρτύρων, ὁ ἰσοστάσιος.
  



ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ω῾ς εὐσεβείας ἀθλητὴς οὐρανόφρων, καὶ τῶν Μαρτύρων κοινωνὸς γενναιόφρων, ὑπὲρ ἡμῶν ἱκέτευε, ἀπαύστως τὸν Θεόν, ἵνα πάσης θλίψεως, Κωνσταντῖνε ῥυσθῶμεν, οἱ ἀνευφημοῦντές σου, μαρτυρίου τοὺς ἄθλους, δι᾿ ὧν φωστὴρ ἀνέτειλας λαμπρός, τῇ Ἐκκλησίᾳ ἐκ Ῥόδου πανεύφημε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.





Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Εὐχαῖς σου χάριν δίδου Κυρίλλῳ Μάρτυς.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Εὐχαῖς σου ἀπαύστοις πρὸς τὸν Θεόν, Μάρτυς Κωνσταντῖνε, τὴν εἰρήνην αἴτει ἡμῖν· σὺ γὰρ μαρτυρίου τοῖς ἀγῶσιν, εἰρήνης ὤφθης υἱὸς γνησιώτατος.
Ὑψόθεν ἐπίβλεψον ἐφ᾿ ἡμᾶς, τοὺς ἀπεγνωσμένους, διὰ πλῆθος ἁμαρτιῶν, αἰτούμενος πᾶσι σωτηρίαν, παρὰ Θεοῦ Κωνσταντῖνε πανεύφημε.
Χριστοῦ τῇ ἀγάπῃ κατατρωθείς, Μαρτύρων τοῖς ἄθλοις, ὑπερήστραψας ὡς φωστήρ, φωτίζων παμμάκαρ Κωνσταντῖνε, τοὺς προσιόντας πιστῶς τῇ πρεσβείᾳ σου.
Θεοτοκίον.
Ἀφράστως κυήσασα τοῦ Πατρός, τὸν ἄναρχον Λόγον, Θεομῆτορ ἄνευ σπορᾶς, παθῶν πολυτρόπων ἀλογίας, τῇ χάριτί σου ἡμᾶς ἐλευθέρωσον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱερεῖον προσήχθης, τῷ Λυτρωτῇ ἄμωμον, ἀπαιωρηθείς τῇ ἀγχόνῃ, ὡς πλήρης πίστεως. Ὅθεν τῆς πίστεως, ὦ Κωνσταντῖνε ἐν πέτρᾳ, τὰς ψυχὰς ἑδραίωσον, τῶν εὐφημούντων σε.
Σωτηρίαν ἐξαίτει, καὶ τῶν ψυχῶν ἴασιν, Μάρτυς ἱερὲ Κωνσταντῖνε, τοῖς μακαρίζουσι, τοῦ μαρτυρίου σου, τὰς ὑπὲρ νοῦν ἀριστείας, δι᾿ ὧν ἐταπείνωσας, πλάνης τὴν ἔπαρσιν.
Στηλιτεύσας τὴν πλάνην, μαρτυρικοῖς ἄθλοις σου, τῆς ἀθανασίας τὴν χάριν, ἐκαρποφόρησας· ὅθεν ἱκέτευε, ὑπὲρ ἡμῶν Κωνσταντῖνε, ἵνα χάριν εὕρωμεν, καὶ θεῖον ἔλεος.
Θεοτοκίον.
Οὐρανόθεν Παρθένε, ἐν ἱλαρῷ ὄμματι, ἐπὶ τοὺς πιστούς σου οἰκέτας, εὐσπλάγχνως πρόσβλεψον, αὐτοῖς βραβεύουσα, τὰς σωτηρίους ἐκφάνσεις, τῆς κηδεμονίας σου, Θεοχαρίτωτε.

Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐν Ῥόδῳ στεῤῥῶς, ἀθλήσας μέχρις αἵματος, Χριστοῦ τοῦ Θεοῦ, τὸ ὄνομα ἐδόξασας, καὶ ζωῆς τῆς κρείττονος, Κωνσταντῖνε Μάρτυς ἐπέτυχες. Ἀλλὰ μὴ παύσῃ πάντοτε ἡμῖν, αἰτούμενος πᾶσι τὰ συμφέροντα.







ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑμνολόγων σου ἔνδοξε, εὐμενῶς τὸν ἔπαινον προσδεχόμενος, Κωνσταντῖνε αὐτοὺς λύτρωσαι, τῶν πικρῶν σκανδάλων τοῦ ἀλάστορος.
Χαριστήριον αἶνόν σοι, ᾄδομεν τῇ δόξῃ σου ἀνακράζοντες· Κωνσταντῖνε τοῖς τιμῶσί σε, κραταιὸς προστάτης ἐπιφάνηθι.
Ἀκεσώδυνον φάρμακον, ἔχοντες πρεσβείαν σου τὴν οὐράνιον, Κωνσταντῖνε παμμακάριστε, δυσχερείας πάσης ἐκλυτρούμεθα.
Θεοτοκίον.
Ῥοῦν Μαρία Θεόνυμφε, τῶν παθῶν μου δέομαι ἀποξήρανον, ἡ ξηράνασα τὴν θάλασσαν, τῆς πολυθεῒας τῇ λοχείᾳ σου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴασαι ψυχῶν, καὶ σωμάτων τὰ συντρίματα, τῶν αἰτούντων Κωνσταντῖνε θαυμαστέ, ἐκ καρδίας ταχινόν σε ἀντιλήπτορα.
Νεῦσον εὐμενῶς, ἱκετῶν σου ταῖς δεήσεσι, Κωνσταντῖνε παρεχόμενος αὐτοῖς, αἰτημάτων σωτηρίων τὴν ἐκπλήρωσιν.
Δίδου συμπαθῶς, τὴν βοήθειάν σου Ἅγιε, τοῖς Ῥοδίοις ἐξαιρούμενος αὐτούς, ἐκ παντοίας δυσπραγίας καὶ κακώσεως.
Θεοτοκίον.
Ἵλεων ἡμῖν, Θεονύμφευτε ἀπέργασαι, τὸν ἐκ σοῦ ἐνανθρωπήσαντα φρικτῶς, καὶ λυτρώσαντα τῆς πλάνης τὸ ἀνθρώπινον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Δυνάμει τοῦ Παναγίου Πνεύματος, ἰαμάτων τὴν ἀέναον χάριν, τοῖς προσιοῦσιν ἀφθόνως ἐκβλύζεις, ἐκ τῶν τιμίων λειψάνων σου Ἅγιε, πᾶσαν ἀσθένειαν ψυχῆς, καὶ σαρκὸς Κωνσταντῖνε ἰώμενος.
Ὁ μέγιστος Κωνσταντῖνε ἔνδοξε, πολιοῦχος τῆς λαμπρᾶς Ῥοδονήσου, ταύτην μὴ παύσῃ αἰσίως φυλάττων, ὑπὸ τὴν θείαν σου σκέπην προστρέχουσαν, καὶ εὐφημοῦσαν ἐν ᾠδαῖς, μαρτυρίου σου Μάρτυς τὰ τρόπαια.
Ὑπέρτερον Κωνσταντῖνε ἔργασαι, ἐμπαθείας ἱκετεύω τὸν νοῦν μου, καὶ μετανοίας αὐτὸν ἐν τῇ πέτρᾳ, τῇ ἀντιλήψει σου Μάρτυς στερέωσον, ἵνα εὐάρεστον Θεῷ, ἑαυτὸν παραστήσω ὁ ἄθλιος.
Θεοτοκίον.
Καταύγασον τὴν ψυχήν μου Ἄχραντε, φωταυγείᾳ τῆς πολλῆς χάριτός σου, καὶ τοῦ φωτός με ἀξίωσον Μῆτερ, ἐν σωφροσύνῃ τὰς τρίβους πορεύεσθαι, χειραγωγοῦσα με ἀεί, τῇ προνοίᾳ τῆς σῆς ἀντιλήψεως.

Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τοῦ μαρτυρίου τελέσας τὸν δίαυλον, τῆς αἰωνίου ζωῆς κατηξίωσαι· διὸ Κωνσταντῖνε πανεύφημε, ταῖς πρὸς Θεὸν ἀκοιμήτοις πρεσβείαις σου, μὴ παύσῃ ἡμῶν προϊστάμενος.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον. (Κεφ. ι΄ 16)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεος σου ...
Ζῆλον τὸν οὐράνιον, ἐν τῇ ψυχῇ δεδεγμένος, τοῖς τυράννοις ἔνδοξε, τοῦ Χριστοῦ τὸ ὄνομα, ἀνεκήρυξας, καὶ ὥσπερ ἄσαρκος, τὰς σφοδρὰς βασάνους, ὑπομείνας καὶ τὸν θάνατον, πρὸς τὴν ἀείζωον, δόξαν Κωνσταντῖνε ἀνέδραμες, δρεπόμενος τὰ ἔπαθλα, τοῦ ὑπερφυοῦς μαρτυρίου σου. Ὅθεν δυσωποῦμεν, ὡς ἔχων παῤῥησίαν πρὸς Θεόν, ἔσο ἡμῖν σκέπη πάντοτε, τοῖς ὑμνολογοῦσί σε.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑπερζέσας τῇ πίστει, Κωνσταντῖνε παμμάκαρ, ὡς ἀγαπήσας Χριστόν, τῶν πρόπαλαι Μαρτύρων, ἐν χρόνοις τῆς δουλείας, ἐμιμήσω τὴν ἔνστασιν, μεθ᾿ ὧν ἐξαίτει ἡμῖν, συγχώρησιν πταισμάτων.
Ῥόδος Μάρτυς χορεύει, τῇ ἁγίᾳ σου δόξῃ, καὶ ἀνακράζει πιστῶς· Θεόφρον Κωνσταντῖνε, ὡς ἔχων παῤῤησίαν, πρὸς τὸν εὔσπλαγχνον Κύριον, ἐκ πάσης βλάβης πικρᾶς, λύτρωσαι τὸν λαόν σου.
Ἰατρεῖον ὑπάρχει, Κωνσταντῖνε τρισμάκαρ, ἀσθενειῶν χαλεπῶν, λειψάνων σου ἡ θήκη, ἣν πόθῳ προσκυνοῦντες, ἀκορέστως βοῶμέν σοι· Χαῖρε Μαρτύρων φαιδρόν, ἀγλάϊσμα καὶ κλέος.
Θεοτοκίον.
Λογισμῶν πονηρίας, συνεχόμενος ζάλῃ, ἐπιβουλαῖς τοῦ ἐχθροῦ, πρὸς σὲ Θεοκυῆτορ, ὁ τάλας καταφεύγω, καὶ κραυγάζω ἐκ πίστεως· Ἐλέησόν με ταῖς σαῖς, λιταῖς πρὸς τὸν Δεσπότην.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Λῦσον πταισμάτων, τῶν ζοφερῶν μου τὸ σκότος, φωταυγείᾳ Νεομάρτυς Κωνσταντῖνε, τῆς πρὸς τὸν Δεσπότην, λαμπρᾶς σου μεσιτείας.
Ὦ Κωνσταντῖνε, τοῦ Ἰησοῦ Νεομάρτυς, τοῖς ἐν θλίψεσιν ὑπάρχουσι παντοίαις, ἀντιλήψεώς σου, τὰς παροχὰς παράσχου.
Μὴ καταισχύνῃς, τοὺς ταπεινούς σου ἱκέτας, ἀλλὰ πλήρου Κωνσταντῖνε Νεομάρτυς, ἃς προσάγουσί σοι, ἐκ πίστεως αἰτήσεις.
Θεοτοκίον.
Α῎χραντε Μῆτερ, Εὐλογημένη Μαρία, τὴν ταχείαν σου βοήθειαν παράσχου, τοῖς ὑμνολογοῦσι, τὸν ἄφραστον σου τόκον.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥοαῖς τῆς χάριτός σου, Μάρτυς Κωνσταντῖνε, τὴν ταπεινήν μου καρδίαν ἀνάψυξον, φλογιζομένην ἀθλίως, παθῶν τῷ καύσωνι.
Τυράννων ὁ αἰσχύνας, Μάρτυς Κωνσταντῖνε, τὴν ἐπηρμένην κακίαν τοῖς ἄθλοις σου, ἁμαρτιῶν τυραννίδος, ἡμᾶς ἀπάλλαξον.
Ὑπὲρ τῆς Ῥοδονήσου, Μάρτυς Κωνσταντῖνε, τῆς καυχωμένης ἐνθέως τῇ δόξῃ σου, Χριστὸν ἀπαύστως δυσώπει, τὸν σὲ δοξάσαντα.
Θεοτοκίον.
Σωμάτων ἀσθενείας, Κεχαριτωμένη, τῇ μητρικῇ σου ἀπάλλαξον χάριτι, τοὺς καταφεύγοντας πίστει, τῇ ἀντιλήψει σου.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις Κωνσταντῖνε Μάρτυς Χριστοῦ, τῆς ὁμολογίας, ὁ οὐράνιος θησαυρός· χαίροις ὁ ἐν Ῥόδῳ, ἀνδρείως μαρτυρήσας, καὶ ταύτης πολιοῦχος, ὑπάρχων μέγιστος.
Δεῦτε εὐφημήσωμεν εὐλαβῶς, τὸν μέγαν τῆς Ῥόδου, πολιοῦχον οἱ εὐσεβεῖς, χαίροις ἐκβοῶντες, παμμάκαρ Κωνσταντῖνε, τῶν πρόπαλαι Μαρτύρων, ὁ ἰσοστάσιος.
Δεῦτε ἀνυμνήσωμεν ἀδελφοί, τὸν μέγαν προστάτην, τῶν Ῥοδίων καὶ βοηθόν, αὐτῷ ἐκβοῶντες· Μὴ παύσῃ Κωνσταντῖνε, ὑπὲρ ἡμῶν πρεσβεύων, τῷ Πανοικτίρμονι.
Χαίροις ὁ τῆς Ὕδρας θεῖος βλαστός, καὶ τῆς Ῥοδονήσου, ἐγκαλλώπισμα θαυμαστόν· Χαίροις Κωνσταντῖνε, ὁ ἐν ἐσχάτοις χρόνοις, τὸν ζῆλον τῶν Μαρτύρων, ἐκμιμησάμενος.
Χαίρων τῇ ἀγχόνῃ ἀνυψωθείς, Χριστοῦ Κωνσταντῖνε, ἀναδέδειξαι μιμητής· διὸ νῦν ἐνδόξως, αὐτῷ συμβασιλεύων, μνημόνευε τῶν πόθῳ, ἀνευφημούντων σε.
Ἄνθος ἡλικίας διὰ Χριστόν, ζήλῳ εὐσεβείας, παμμακάριστε παριδών, προθύμως ἐγεύσω, Μαρτύρων τοῦ κρατῆρος, καὶ τούτων Κωνσταντῖνε, ὤφθης ὁμόσκηνος.
Ἔχων παῤῤησίαν πρὸς τὸν Θεόν, τὸν δοξάσαντά σε, Κωνσταντῖνε ἐν οὐρανῷ, φύλαττε καὶ σκέπε, τὴν νῆσον τῶν Ῥοδίων, ἐνθέως καυχωμένην, τῷ μαρτυρίῳ σου.
Πάρεσο ὑπέρμαχος κραταιός, Μάρτυς Κωνσταντῖνε, καὶ ἀκοίμητος βοηθός, τοῖς προσερχομένοις, τῷ θείῳ σου λειψάνῳ, καὶ ἐπιβοωμένοις, τὴν προστασίαν σου.
Χάριν ἰαμάτων πεπλουτηκώς, ὡς τῆς εὐσεβείας, θεοδόξαστος ἀθλητής, τοὺς συνεχομένους, θεόφρον Κωνσταντῖνε, ἀσθενειῶν ὀδύναις, εὐσπλάγχνως ἴασαι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.









Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίρων τῇ ἀγχόνῃ ὑψωθείς, ὡς ὁ Βασιλεὺς τῶν αἰώνων, τῷ ζωηφόρῳ Σταυρῷ, τῶν ἐχθρῶν τὴν ἔπαρσιν, στεῤῥῶς κατῄσχυνας, καὶ ζωῆς πρὸς αἰώνιον, ἀνέδραμες λῆξιν, νίκαις κλεϊζόμενος, τοῦ μαρτυρίου σου. Ὅθεν τοὺς πιστῶς σε τιμῶντας, ῥῦσαι συμφορῶν τῶν ἐν βίῳ, Μάρτυς Κωνσταντῖνε θεοδόξαστε.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δι’ εὐχῶν.



ΟΙΚΟΙ ΕΙΚΟΣΙΤΕΣΣΑΡΕΣ

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς τῶν Μαρτύρων μιμητὴν περιφανέστατον, καὶ τοῦ Δεσπότου Ἀθλητὴν περικλεέστατον, καὶ τῆς Ῥόδου ἀκατάβλητον πολιοῦχον, Κωνσταντῖνε Νεομάρτυς εὐφημοῦμέν σε, μαρτυρίου σου κηρύττοντες τὰ τρόπαια, καὶ βοῶμέν σε· Χαίροις Μάρτυς ἀήττητε.

Οἱ Οἶκοι.
Ἀσωμάτων αἱ τάξεις, κατεπλάγησαν Μάρτυς, ὁρῶντές σε ἐνδόξως ἀθλοῦντα· (ἐκ γ΄) σὺ γὰρ ἐν νεότητος ἀκμῇ, τὸν παλαιὸν ἐν κακίᾳ ἐταπείνωσας· διό σε μακαρίζοντες, πόθῳ βοῶμεν Κωνσταντῖνε·
Χαῖρε, παμπόθητε Ἀθλοφόρε·
χαῖρε, τρισπόθητε Νεομάρτυς.
Χαῖρε, ὁ ἀθλήσας ἐν Ῥόδῳ ὡς ἄσαρκος·
χαῖρε, ὁ νικήσας τὴν πλάνην ὡς ἔνθεος.
Χαῖρε, ὅτι κατεπάλαισας ἀηττήτως τὸν ἐχθρόν·
χαῖρε, ὅτι ἀνελήλυθας εὐκλεῶς πρὸς οὐρανόν.
Χαῖρε, ὅτι ἀντέστης τῇ ὁρμῇ τῶν τυράννων·
χαῖρε, ὅτι ὑπέστης τὴν φορὰν τῶν βασάνων.
Χαῖρε, δι᾿ οὗ ἡ πλάνη κατέτρωται·
χαῖρε, δι᾿ οὗ ἡ πίστις δεδόξασται.
Χαῖρε, ἀδάμας λαμπρᾶς καρτερίας·
χαῖρε, πρηστὴρ ἀσεβῶν αὐθαδείας.
Χαίροις, Μάρτυς ἀήττητε.

Βλέποντες οἱ τῆς Ἄγαρ, νεανίαν καλόν σε, καὶ θάλλοντα ἐν ἔργοις ἀρίστοις, ἐπέδραμον δόλῳ κατὰ σοῦ, καὶ τοῦ Χριστοῦ Κωνσταντῖνε ἐχώρισαν· σὺ μεταγνοὺς δὲ ὕστερον, σὺν δάκρυσι αὐτῷ ἐβόας·
Ἀλληλούϊα.

Γνοὺς ἐν χάριτι θείᾳ, ὅπερ πέπονθας πτῶμα, καὶ τῷ τῆς συνειδήσεως κέντρῳ, ψυχήν σου βαλλόμενος λοιμῶν, δαυϊτικῶς τὴν καθέδρα κατέλιπες, καὶ μετανοίᾳ τῷ Χριστῷ, προσέδραμες ἀνακραυγάζων·
Χαῖρε, ἡ πτῶσις τῶν ἀντιθέων·
χαῖρε, ἡ δόξα τῶν χριστωνύμων.
Χαῖρε, μετανοίας εὐῶδες κειμήλιον·
χαῖρε, εὐσεβείας ὡραῖον ἀνάκτορον.
Χαῖρε, ὅτι κατεφρόνησας τῶν γηΐνων ὁλικῶς·
χαῖρε, ὅτι ἐξεζήτησας τὸν Θεὸν μαρτυρικῶς.
Χαῖρε, ὅτι ἀστράπτεις δαδουχίᾳ τῶν ἄθλων·
χαῖρε, ὅτι ἐκλάμπεις φωταυγεία θαυμάτων.
Χαῖρε, τῆς Ὕδρας τίμιον βλάστημα·
χαῖρε, τῆς Ῥόδου μέγιστον καύχημα.
Χαῖρε, λαμπὰς ἐννοιῶν σωτηρίων·
χαῖρε, φωστὴρ ἀρετῶν οὐρανίων.
Χαίροις, Μάρτυς ἀήττητε.

Δραπετεύσας πανσόφως, δυσσεβῶν συναυλίας, ἐπέστης Κωνσταντίνου τῇ Πόλει, ἐν ᾗ πνευματικὸν στηριγμόν, καὶ ὁδηγὸν Κωνσταντῖνε εὑράμενος, τὸν ἱερὸν Γρηγόριον, ἔχαιρες καὶ Θεῷ ἐβόας·
Ἀλληλούϊα.

Ἐπιστὰς ἐν τῷ ὄρει, Ἄθωνος τῷ ἁγίῳ, κατέλαβες Ἰβήρων τὴν Μάνδραν, ἔνθα ἀσκητικαῖς ἀγωγαῖς, ἐν τοῦ Χριστοῦ Κωνσταντῖνε τῷ ἔρωτι, τὴν σὴν καρδίαν ἥδρασας· διό σοι εὐσεβῶς βοῶμεν·
Χαῖρε, τοῦ κόσμου ὁ ἀλογήσας·
χαῖρε, τὴν πλάνην ὁ καταπτύσας.
Χαῖρε, ὁ νικήσας ἐχθρὸν τὸν παμβέβηλον·
χαῖρε, ὁ δοξάσας Χριστὸν τὸν φιλάνθρωπον.
Χαῖρε, δένδρον ἱερώτατον μετανοίας ἀληθοῦς·
χαῖρε, κρῖνον εὐωδέστατον βιοτῆς θεοφιλοῦς.
Χαῖρε, ὅτι Μαρτύρων συναγάλλῃ ἀγέλαις·
χαῖρε, ὅτι Ἀγγέλων συναυλίζῃ χορείαις.
Χαῖρε, δι᾿ οὗ χαρίτων πληρούμεθα·
χαῖρε, δι᾿ οὗ κινδύνων σῳζόμεθα.
Χαῖρε, ὁ πλήρης ἀῤῥήκτου ἀνδρείας·
χαῖρε, ἡ πτῶσις ἐχθρῶν δυσσεβείας.
Χαίροις, Μάρτυς ἀήττητε.

Ζήλου πλησθεὶς ἐνθέου, δάκρυσι μετανοίας, καὶ πόνοις ἀρετῶν συντονίας, μαρτυρίου πρὸς πόθον τὴν σήν, ἀνεπτερώθης καρδίαν καὶ ἔκραζες, τῷ δι᾿ ἡμᾶς ἐπὶ Σταυροῦ, παθόντι Κωνσταντῖνε οὕτω·
Ἀλληλούϊα.

Ἤκουσε τῆς κραυγῆς σου, καὶ τὸν πόθον σου ἔγνω, Χριστὸς ὁ Λυτρωτὴς Κωνσταντῖνε, παρ᾿ οὗ κομισάμενος ἰσχύν, πρὸς μαρτυρίου τὸν δρόμον ἐχώρησας, ὥσπερ διψῶσα ἔλαφος· διό σοι πόθῳ ἐκβοῶμεν·
Χαῖρε, ὁ ἔνθους τῇ μετανοίᾳ·
χαῖρε, ὁ τύπος τῇ εὐσθενείᾳ.
Χαῖρε, τῶν Ῥοδίων τῆς πόλεως στήριγμα·
χαῖρε, τῶν Ὑδραίων τῆς νήσου ἀγλάϊσμα.
Χαῖρε, ἀριστεὺς ὁ μέγιστος, κοινωνὸς τῶν Ἀθλητῶν·
χαῖρε, Ἀθλητὸς ὁ ἔνδοξος, καθαιρέτης τῶν ἐχθρῶν.
Χαῖρε, ὅτι μετέστης πρὸς Θεὸν νικηφόρος·
χαῖρε, ὅτι παρέστης τῷ Χριστῷ στεφηφόρος.
Χαῖρε, δι᾿ οὗ πιστοὶ καταυγάζονται·
χαῖρε, δι᾿ οὗ ἐχθροὶ καταισχύνονται.
Χαῖρε, ὀσμὴ οὐρανίου ἀγάπης·
χαῖρε, τρυφὴ μακαρίας ἐλπίδος.
Χαίροις, Μάρτυς ἀήττητε.

Θείαις μὲν ὑποθήκαις, Νικοδήμου τοῦ θείου, ἀλείπτου σου ἐμφρόνως ὑπείκων, ὡς δὲ πανοπλίαν τὰς εὐχάς, τῶν ἐν τῷ Ὄρει Πατέρων κτησάμενος, τῇ Ῥόδῳ ἐπανέδραμες, πρὸς ἄθλησιν, Θεῷ κραυγάζων·
Ἀλληλούϊα.

Ἰθυνόμενος ζήλου, τοῦ σεπτοῦ μαρτυρίου, ἐπέστης τῷ δεινῷ ἡγεμόνι, διελέγχων αὐτὸν καὶ Χριστοῦ, διαπρυσίως κηρύττων τὸ ὄνομα· διὸ τὴν παῤῥησίαν σου, θαυμάζοντες Μάρτυς βοῶμεν·
Χαῖρε, Χριστὸν καθομολογήσας·
χαῖρε, θανάτου καταφρονήσας.
Χαῖρε, θησαυρὸς εὐσεβείας ἀδάπανος·
χαῖρε, ποταμὸς θαυμασίων ἀκένωτος.
Χαῖρε, θείας ἐπιγνώσεως ταῖς αὐγαῖς καταυγασθεὶς·
χαῖρε, ἄθλων τῇ λαμπρότητι ὑπὲρ νοῦν ὡραϊσθείς.
Χαῖρε, τὴν ἀπιστίαν εὐθαρσῶς διελέγξας·
χαῖρε, τὸν ἡγεμόνα ἀνδρικῶς καταπλήξας.
Χαῖρε, Θεοῦ τὸν πόθον δεξάμενος·
χαῖρε, αὐτοῦ τὴν χάριν κτησάμενος.
Χαῖρε, δι᾿ οὗ εὐσεβεῖς κραταιοῦνται·
χαῖρε, δι᾿ οὗ δυσμενεῖς καθαιροῦνται.
Χαίροις, Μάρτυς ἀήττητε.

Κῆρυξ τῆς εὐσεβείας, γεγονὼς Κωνσταντῖνε, τυράννων ἀσεβῶν ἐναντίον, τὴν μῆνιν ἐκίνησας αὐτῶν, καὶ παρεδόθης βασάνοις τὸ σῶμά σου, ἐν αἷς δοξάζων τὸν Θεόν, ἀκαταπαύστως ἀνεβόας·
Ἀλληλούϊα.

Λόγους σου τοὺς ἐνθέους, ὁ τῆς Ἄγαρ μὴ φέρων, τὸ πρόσωπόν σου ἔτυψε Μάρτυς, καὶ τὴν χεῖρα ὁ ἄφρων εὐθύς, ἀμαυρωθεὶς ὅλος γέγονεν ἔντρομος, καὶ φυγαδεύων ᾔχετο· ἡμεῖς δέ σοι πιστῶς βοῶμεν·
Χαῖρε, ὁ ἄκμων τῆς εὐψυχίας·
χαῖρε, ἡ πέτρα τῆς εὐανδρίας.
Χαῖρε, Ἀθλοφόρων τῶν πάλαι ὁμότροπος·
χαῖρε, Ἀσωμάτων Ἀγγέλων συνόμιλος.
Χαῖρε, ῥήτωρ διαπρύσιος τῆς ἀγάπης τοῦ Χριστοῦ·
χαῖρε, κῆρυξ πνευματέμφορος τῆς Θεότητος αὐτοῦ.
Χαῖρε, ὅτι ὁπλίτης κραταιὸς ἀνεδείχθης·
χαῖρε, ὅτι ἐφάνης ἱερὸς χριστομύστης.
Χαῖρε, ἀγάπης θείας ἀπάνθισμα·
χαῖρε, ἀθέου πλάνης κατάπτωμα.
Χαῖρε, βασάνους δεινὰς ὑπομείνας·
χαῖρε, χαρίτων πολλῶν ἐντρυφήσας.
Χαίροις, Μάρτυς ἀήττητε.

Μάστιγας ὑπομείνας, ῥαβδισμοὺς καὶ κολάσεις, κακώσεις καὶ πληγὰς Κωνσταντῖνε, ἐβλήθης ἐν εἱρκτῇ ζοφερᾷ, καθῃμαγμένος τὸ σῶμα καὶ δέσμιος, ἐλεύθερος δὲ ἐν Χριστῷ, ᾧ καὶ εὐχαριστῶν ἐβόας·
Ἀλληλούϊα.

Νύκτωρ σοι ὁ Δεσπότης, ἐν εἱρκτῇ καθειργμένῳ, ἐπέστη ἀπολύων σε Μάρτυς, τῶν φρικτῶν ἐν τῷ ξύλῳ δεσμῶν, καὶ τὰς πληγάς τῆς σαρκός σου ἰώμενος· οἱ δὲ ὁρῶντες Ἱερεῖς, θαυμάζοντες δέει ἐβόων·
Χαῖρε, τὸ στόμα τῆς ἀληθείας·
χαῖρε, τὸ κλέος τῆς Ἐκκλησίας.
Χαῖρε, ἀντιλήπτωρ Ῥοδίων θερμότατος·
χαῖρε, Ὀρθοδόξων προστάτης ἀκοίμητος.
Χαῖρε, ὁ ποικίλας μάστιγας ὑπομείνας ἀνδρικῶς·
χαῖρε, ὁ Μαρτύρων στάδιον διανύσας καρτερῶς.
Χαῖρε, τῶν χαρισμάτων δαψιλὴς χορηγία·
χαῖρε, τῶν ἀσθενούντων δραστικὴ ἰατρεία.
Χαῖρε, ζωῆς τῷ κάλλει λαμπόμενος·
χαῖρε, τρυφῆς τῇ δόξῃ πληρούμενος.
Χαῖρε, δοχεῖον φωτὸς ἀνεσπέρου·
χαῖρε, ταμεῖον χαρᾶς ἀνεκφράστου.
Χαίροις, Μάρτυς ἀήττητε.

Ξενωθεὶς τῶν προσκαίρων, μηδαμῶς Κωνσταντῖνε, ἐσείσθης τὴν ψυχὴν ταῖς βασάνοις, καὶ ἀδάμας ὤφθης ἐν αὐταῖς, ὑπομονῆς ἀῤῥαγοῦς καὶ στεῤῥότητος, εὐχόμενος διηνεκῶς, καὶ τῷ Κυρίῳ ἀνακράζων·
Ἀλληλούϊα.

Ὅλος ἠγλαϊσμένος, στίγμασι τῶν βασάνων, ὑψώθης τῇ ἀγχόνῃ τὸ σῶμα, Κωνσταντῖνε Μάρτυς καὶ ἐχθρῶν, τῆς ἀσεβείας ὀφρὺν τὴν ὑπέρογκον, εἰς τέλος ἀπηγχόνισας· διό σοι πόθῳ ἐκβοῶμεν·
Χαῖρε, ὑπέρτερος τῶν ἐν κόσμῳ·
χαῖρε, συμμέτοχος τῶν ἐν πόλῳ·
Χαῖρε, Ἀθλοφόρων τὸ νέον ὑπόδειγμα·
χαῖρε, Ὀρθοδόξων τὸ θεῖον ἐντρύφημα.
Χαῖρε, διδαχῆς τὸ τρόπαιον Γρηγορίου τοῦ κλεινοῦ·
χαῖρε, νουθεσίας καύχημα Νικοδήμου τοῦ σοφοῦ.
Χαῖρε, ὅτι ἀντέστης τῶν ἐχθρῶν τῇ μανίᾳ·
χαῖρε, ὅτι προσήχθης τῷ Δεσπότῃ θυσία.
Χαῖρε, πυρσὸς σοφίας τῆς κρείττονος·
χαῖρε, πρηστὴρ κακίας τοῦ χείρονος.
Χαῖρε, ζωῆς τῶν τερπνῶν κοινωνήσας·
χαῖρε, Ἐδὲμ τῶν καλῶν ἀπολαύσας.
Χαίροις, Μάρτυς ἀήττητε.

Πρότυπον Κωνσταντῖνε, εὐσεβείας ἐδείχθης, ἐν χρόνοις τῆς ζοφώδους δουλείας· σὺ γὰρ ὡς ἀγαπήσας Χριστόν, ὑπὲρ αὐτοῦ τὸ θανεῖν προετίμησας, καὶ εὗρες θείαν πρὸς αὐτόν, κλίμακα τὴν ἀγχόνην κράζων·
Ἀλληλούϊα.

Ῥύπου ἀποστασίας, σεαυτὸν Κωνσταντῖνε, αἱμάτων σου ἐκπλύνας τοῖς ῥείθροις, δι᾿ ἀγχόνης θείαν πρὸς ζωήν, τῆς βασιλείας Χριστοῦ ἀνελήλυθας, ἔνθα τοῖς ἐκλεκτοῖς συνών, ἀκούεις παρὰ πάντων ταῦτα·
Χαῖρε, Χριστῷ ὁ ἀκολουθήσας·
χαῖρε, Σατὰν ὁ ἀπονεκρώσας.
Χαῖρε, τοῦ Κυρίου ὁπλίτης ἀχείρωτος·
χαῖρε, τοῦ Θεοῦ στρατιώτης περίδοξος.
Χαῖρε, ὅτι ἐξεδήμησας πρὸς Χριστὸν ἀθλητικῶς·
χαῖρε, ὅτι ἐτραυμάτισας τὸν Σατὰν μαρτυρικῶς.
Χαῖρε, τῆς Ἐκκλησίας ἀκαθαίρετος πύργος·
χαῖρε, τῶν φιλοχρίστων ἀκατάβλητον τεῖχος.
Χαῖρε, φυγὼν ἀπάτης τὰ θήρατρα·
χαῖρε, τεμὼν ἀπίστων τὴν ἔπαρσιν.
Χαῖρε, πηγὴ σωτηρίων ναμάτων·
χαῖρε, ἀκτὶς μυστικῶν δωρημάτων.
Χαίροις, Μάρτυς ἀήττητε.

Στέφος ἀθανασίας, Κωνσταντῖνε ἐδέξω, Χριστοῦ τῇ ζωηφόρῳ παλάμῃ, καὶ παρέστης ἐν δόξῃ αὐτοῦ, τῷ θείῳ θρόνῳ Μαρτύρων σὺν τάξεσι, μεθ᾿ ὧν τοῦ ξύλου τῆς ζωῆς, ἐπαπολαύῃς ἀνακράζων·
Ἀλληλούϊα.

Τὸ σὸν ἅγιον σῶμα, κατελθὸν φῶς ὑψόθεν, ἐκάλυψε σοφέ Κωνσταντῖνε, τοῖς ὁρῶσιν ἐκφαῖνον σαφῶς, οἷας ἐπέτυχες δόξης καὶ χάριτος, ἐφ᾿ ᾧ καὶ ἐξιστάμενοι, συμφώνως πάντες ἀνεβόων·
Χαῖρε, τῆς πίστεως μαργαρίτης·
Χαῖρε, τῆς χάριτος στεφανίτης.
Χαῖρε, λαμπηδὼν μακαρίας ἀθλήσεως·
Χαῖρε, ἐκμαγεῖον τῆς ἄνωθεν γνώσεως.
Χαῖρε, ὕψος τὸ ἀμέτρητον μετανοίας ἀρετῶν·
χαῖρε, βάθος τὸ ἀπύθμενον μαρτυρίου δωρεῶν.
Χαῖρε, ὅτι αἰκίας πολυτρόπους ὑπέστης·
χαῖρε, ὅτι ἀγχόνῃ πρὸς ζωὴν μετετέθης.
Χαῖρε, πιστῶν καλὸς ἀντιλήπτωρ·
χαῖρε, ἡμῶν θερμὸς παρακλήτωρ.
Χαῖρε, Μαρτύρων τὸν πόθον ζηλώσας·
χαῖρε, Κυρίου τοὺς λόγους τηρήσας.
Χαίροις, Μάρτυς ἀήττητε.

Ὕμνοις καὶ ἐγκωμίοις, ὁ Ἀγάπιος Μάρτυς, τῆς Ῥόδου ὁ καλὸς Ποιμενάρχης, ἐν τῷ τῆς Θεοτόκου Ναοῦ, ἐκήδευσέν σου τὸ σῶμα τὸ τίμιον, καὶ προεξάρχων τῶν πιστῶν, τῆς ὁμηγύρεως ἐβόα·
Ἀλληλούϊα.

Φλέξας τῆς ἀσεβείας, τῶν τυράννων τὴν πλάνην, ἐδρόσισας πιστῶν τὰς καρδίας, τῶν ἐν τῆς δουλείας τῷ αὐχμῷ, ὁδυνωμένους πικρῶς καὶ στενάζοντας, μεθ᾿ ὧν καὶ ἡμεῖς σήμερον, ὦ Κωνσταντῖνε κράζομέν σοι·
Χαῖρε, τῆς Ὕδρας ἡ εὐκοσμία·
χαῖρε, τῆς Ῥόδου ἡ εὐκληρία.
Χαῖρε, ταπεινώσεως μύρον πανεύοσμον·
χαῖρε, κοσμιότητος σέλας πολύφωτον.
Χαῖρε, ὅτι ἐλοιδόρησας τοὺς φρονοῦντας ἀναιδῶς·
χαῖρε, ὅτι ἐστερέωσας τοὺς ἀλγοῦντας χαλεπῶς.
Χαῖρε, τῶν ἀντιθέων τὴν ἰσχὺν καταργήσας·
χαῖρε, τῶν παρανόμων τὴν κακίαν πατήσας.
Χαῖρε, Χριστοῦ τρανώσας τὸ λόγιον.
χαῖρε, ἐχθρῶν ἐλέγξας τὸ μάταιον.
Χαῖρε, τυφλοῦ ὀφθαλμοὺς διανοίξας·
χαῖρε, γυνὴν ἀσθενείας λυτρώσας.
Χαίροις, Μάρτυς ἀήττητε.

Χάριτας δεδεγμένος, τῶν θαυμάτων ἰάσω, γυναῖκα Κωνσταντῖνε νοσοῦσαν, καὶ τυφλῷ ἐδωρήσω ἀνδρί, τὴν τῶν ὀμμάτων καὶ πάλιν ἐνέργειαν, προστρέξαντι τῷ τάφῳ σου, καὶ κράξαντι ἐν κατανύξει·
Ἀλληλούϊα.








Ψάλλοντές σου τοὺς ἄθλους, ἀνυμνοῦμέν σε πάντες, ὡς Μάρτυρα Χριστοῦ στεφηφόρον, Κωνσταντῖνε καὶ πόθῳ ψυχῆς, τῇ τοῦ λειψάνου σου θήκη προσπίπτομεν, τὴν ῥεῖθρα ἀναβλύζουσαν, θαυμάτων τοῖς πιστῶς βοῶσι·
Χαῖρε, τὸ ἄστρον τῆς εὐλαβείας·
χαῖρε, τὸ στόμα τῆς εὐτολμίας.
Χαῖρε, θλιβομένων γλυκεῖα παράκλησις·
χαῖρε, ἀσθενούντων ταχεῖα ἐπίῤῥωσις.
Χαῖρε, ὅτι ἐξιλέωσας μετανοίᾳ τὸν Χριστόν·
χαῖρε, ὅτι ἐμεγάλυνας μαρτυρίῳ τὸν Θεόν.
Χαῖρε, ὅτι ὑπάρχεις ἀρωγὸς τῶν αἰτούντων·
χαῖρε, ὅτι τυγχάνεις ἰατρὸς τῶν νοσούντων.
Χαῖρε, πιστοὺς κινδύνων ῥυόμενος·
χαῖρε, ἡμᾶς δεινῶν ἐξαιρούμενος.
Χαῖρε, λιπὼν ἡδονὰς ἐπιγείους·
χαῖρε, λαβὼν ἀμοιβὰς αἰωνίους.
Χαίροις, Μάρτυς ἀήττητε.

Ὦ Χριστοῦ Νεομάρτυς, Κωνσταντῖνε Μαρτύρων, τῶν πάλαι κοινωνὸς ἐν ὑψίστοις (ἐκ γ΄) ταύτην τὴν ταπεινὴν προσφοράν, τῶν ὕμνων δέχου καὶ δίδου τὴν χάριν σου, ἡμῖν τοῖς ἀγαπῶσί σοι, καὶ εὐλαβῶς ἀναβοῶσι·
Ἀλληλούϊα.



















ΟΚΤΩΗΧΟΙ ΚΑΝΟΝΕΣ

ΚΑΝΩΝ Α΄
οὗ ἡ Ἀκροστιχίς· Κωνσταντῖνον Κύριλλος ὑμνεῖ ὁ Ρόδου.

ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιᾷ.
Κόσμου ἀλογήσας τῶν φθαρτῶν, τοῦ μαρτυρίου τοῖς πόνοις δεδόξασαι, Κωνσταντῖνε ἔνδοξε, καὶ φωτισμοῦ τοῦ μυστικοῦ πεπλήρωσαι· ὅθεν φῶς μοι αἴτει, ὑμνολογοῦντι τοὺς ἄθλους σου.
Ὤφθης νεανίας εὐπρεπής, ἐνδεδυμένος τὴν χάριν τῆς πίστεως, Κωνσταντῖνε ἔνδοξε, καὶ δυσμενῶν τὰς παρατάξεις ᾔσχυνας, τῇ μαρτυρικῇ σου, ὡς ἀληθῶς γενναιότητι.
Νέος ὤν τὸ σῶμα κομιδῆ, τὸν παλαμναῖον δυνάστην κατέβαλες, Κωνσταντῖνε ἔνδοξε, νικητικῶς ἐν μαρτυρίου σκάμματι· ὅθεν τοὺς στεφάνους, τῆς ἀφθαρσίας ἀπέλαβες.
Θεοτοκίον.
Σῶσαι Θεοτόκε Μαριάμ, τοὺς καταφεύγοντας πόθῳ τῇ σκέπῃ σου, καὶ ὑμνολογοῦντάς σε, χαρμονικῶς ὡς τοῦ Θεοῦ ἀπείρανδρον, Ἄχραντε Μητέρα, δι᾿ ἧς ἡ πλάνη κατήργηται.

ᾨδὴ γ΄. Ὁ μόνος εἰδώς.
Τυράννων ἀπίστων τὴν ὀφρύν, ἐπάτησας τοῖς ἄθλοις σου, καὶ εὐθαρσῶς αὐτοὺς ἐταπείνωσας, Χριστοῦ κηρύξας τὸ θεῖον ὄνομα, Κωνσταντῖνε ἔνδοξε, καὶ Σταυροῦ τῇ χάριτι, ἀλογήσας βασάνων τοῦ σώματος.
Ἀθλῆσαι ποθήσας μανικῶς, τῷ ἔρωτι τοῦ Κτίστου σου, Ἀγαρηνῶν τὴν πλάνην διήλεγξας, καὶ πρὸς Μαρτύρων τὸ θεῖον στάδιον, ῥωμαλέος ἔδραμες, Κωνσταντῖνε ἔνδοξε, εὐσεβείας ἐκφαίνων τὴν δύναμιν.
Νεκρώσας εἰς τέλος τῆς σαρκός, τὸ φρόνημα ὡς πάνσοφος, καὶ παριδὼν ἀκμὴν τῆς νεότητος, τὰς ἀλγηδόνας ἀνδρείως ἤνεγκας, Κωνσταντῖνε ἔνδοξε, καὶ ζωῆς ἐπέτυχες, δι᾿ ἀγχόνης τὸ τέλος δεξάμενος.
Θεοτοκίον.
Τυράννου τὸ κράτος ἀληθῶς, τῷ τόκῳ σου κατέλυσας, καὶ τῆς Ἐδὲμ τὴν πύλην διήνοιξας, τοῖς ὀρθοδόξως ὁμολογοῦσί σε, Θεοτόκον Ἄχραντον, καὶ τοῦ Ἀρχαγγέλου σοι, μελῳδοῦσι τὸ Χαῖρε ἐκ πίστεως.








ᾨδὴ δ΄. Ὄρος σε τῇ χάριτι.
Ἴσχυσας τῇ χάριτι, Θεοῦ Παντοκράτορος, ὁμολογῆσαι ἀνδρικῶς, ὡς νεανίας εὐσεβής, τυράννων ἐνώπιον, τοῦ Λυτρωτοῦ ὦ Κωνσταντῖνε τὸ ὄνομα, εἰς καταισχύνην αὐτῶν καὶ κατάπτωσιν.
Νέος ὤν τῷ σώματι, ἀλλ᾿ οὐ τῷ φρονήματι, κατὰ τῆς πλάνης τῶν ἐχθρῶν, Σταυροῦ τῷ ὅπλῳ πεποιθώς, ἀνδρείως ἐχώρησας, καὶ νικητὴς ὦ Κωνσταντῖνε ἀήττητος, διὰ βασάνων πολλῶν ἀναδέδειξαι.
Ὅλος πυρπολούμενος, τῷ ζήλῳ τῆς πίστεως, οὐκ ἐπτοήθης τὴν ψυχήν, δοκιμαζόμενος πικραῖς, αἰκίαις τοῦ σώματος, ἀλλ᾿ ἐν αὐταῖς ἐγκαρτερήσας ὡς ἄσαρκος, ὦ Κωνσταντῖνε Θεὸν ἐμεγάλυνας.
Θεοτοκίον.
Νόμους Θεονύμφευτε, φυγοῦσα τῆς φύσεως, τὸν Βασιλέα τοῦ παντός, Χριστὸν τὸν Κύριον ἡμῶν, ἀσπόρως ἐκύησας· διὸ πιστῶς οἱ γηγενεῖς σε γεραίρομεν, τὴν σωτηρίαν ἡμῶν καὶ ἀντίληψιν.

ᾨδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Καταιγίδι τῶν βασάνων σφοδρῶς χειμαζόμενος, μαρτυρίου Κωνσταντῖνε διέβης τὴν θάλασσαν, καὶ λιμένα εὗρες γαληνόν, Χριστοῦ τοῦ ζωοδότου, τὴν βασιλείαν μακάριε.
Ὑπομείνας ἀνενδότως, εἱρκτῆς τὸ ἐπώδυνον, καὶ τὰς ἄλλας Κωνσταντῖνε, κακώσεις τοῦ σώματος, δι᾿ ἀγχόνης ἔτυχες τῆς σῆς, παμμάκαρ προσδοκίας, ὡς Νεομάρτυς περίδοξος.
Ῥητορεύσας εὐσεβείας, πανσόφως τὰ ῥήματα, ἀσεβείας Κωνσταντῖνε ὀφρὺν ἐταπείνωσας, καὶ ἐπώφθης στήριγμα λαμπρόν, ἐν χρόνοις τῆς δουλείας, τῷ Ὀρθοδόξῳ πληρώματι.
Θεοτοκίον.
Ἰατῆρα καὶ Σωτῆρα, ἀνθρώποις ἐκύησας, ἐξ ἁγίων σου αἱμάτων Χριστὸν Μητροπάρθενε· ὅθεν τὴν νοσοῦσάν μου ψυχήν, θεράπευσον ἐλαίῳ, τῆς εὐσπλαγχνίας σου δέομαι.

ᾨδὴ στ΄. Ἐκύκλωσεν ἡμᾶς.
Λαμπόμενος φωτὶ τῆς θείας γνώσεως, ἐν σκότει διετέλεσας, τῆς ζοφώδους παμμακάριστε εἱρκτῆς, ἐν ᾗ ὁ Δεσπότης ἐνισχύων σε, ἐπιφανείς, τὰς τῆς σαρκός σου πληγὰς ἰάσατο.
Λευκάνας τὴν ψυχήν τὸ πρῶτον δάκρυσι, τοῖς ἄθλοις σου ἐσύστερον, Κωνσταντῖνε κατεποίκιλας αὐτήν, καὶ λελαμπρυσμένος τῇ ἀθλήσει σου, ἐν πλατυσμῷ, τοῦ Παραδείσου Μάρτυς ἐσκήνωσας.
Ὀρθρίσας πρὸς Χριστὸν τῆς μετανοίας σου, ἐνθέοις προτερήμασι, τῆς ἡμέρας ἀναδέδειξαι υἱός, Μάρτυς Κωνσταντῖνε καὶ διέλυσας, τυραννικῆς, θεοεχθρίας σκότος τὸ βύθιον.
Θεοτοκίον.
Σωτῆρα τοῦ Πατρὸς ἡμῖν κυήσασα, τὸν Λόγον Μητροπάρθενε, καθικέτευε ὡς εὔσπλαγχνος αὐτόν, ἵνα λυτρωθῶμεν πάσης θλίψεως, καὶ πειρασμῶν, οἱ Θεοτόκον ὁμολογοῦντές σε.

ᾨδὴ ζ΄. Σὲ νοητὴν, Θεοτόκε.
Ὑπερφυῶς, Κωνσταντῖνε ἤθλησας, ἐν τῆς δουλείας τῷ καιρῷ, καὶ τὴν πλάνην Ἀγαρηνῶν, τῇ ὁμολογίᾳ σου, Μάρτυς ἐξεφαύλισας, ὡς δὲ στρουθίον ἀνίσχυρον, τὸν παλαμναῖον δυνάστην, εἰς τέλος κατεπάτησας.
Μαρτυρικήν, ἐπιδείξας ἔνστασιν, ὡς εὐσεβείας ἀθλητής, τῶν Μαρτύρων ἐν οὐρανοῖς, δόξῃ κατηξίωσαι, τῆς μακαριότητος, μεθ᾿ ὦν τὸν Κτίστην ἱκέτευε, Κωνσταντῖνε θεόφρον, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Νεανικῷ, Κωνσταντῖνε ἔνδοξε, ἐν παραστήματι Χριστοῦ, Ἀθλοφόρος ἀναδειχθείς, ἐν πόλῳ παρίστασαι, αὐτῷ αὐγαζόμενος, τῇ φωταυγείᾳ τῆς χάριτος, καὶ ἐκλάμπων ἐκεῖθεν, τῇ αἴγλῃ τῶν θαυμάτων σου.
Θεοτοκίον.
Εὐλογητός, Θεοτόκε Ἄχραντε, ὁ ἀπειράνδρως σαρκωθείς, ἐκ γαστρός σου Θεὸς ἡμῶν, καὶ σώσας τὰ σύμπαντα, πλούτῳ ἀγαθότητος, ὁ μητρικαῖς σου δεήσεσιν, τοῖς ὑμνοῦσί σε χάριν, καὶ ἔλεος δωρούμενος.

ᾨδὴ η΄. Ἐν καμίνῳ παῖδες Ἰσραήλ.
Ἱερεῖον ἔμψυχον Θεῷ, προσήχθης Κωνσταντῖνε· ἐχθρῶν γὰρ μὴ δειλιάσας, τὴν ὑπέρογκον ὀφρύν, κραυγάζων ἐνήθλησας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ γεννάδας Μάρτυς τοῦ Χριστοῦ, χαῖρε ὦ Κωνσταντῖνε, τῆς Ὕδρας ὁ θεῖος γόνος, καὶ τῆς Ῥόδου τῆς κλυτῆς, τὸ μέγιστον καύχημα· σὺ γὰρ δρόμον χαίρων τοῦ θείου μαρτυρίου, ἐτέλεσας τρισμάκαρ, καὶ τῶν Ὀρθοδόξων, ἐκράτυνας τὴν πίστιν.
Ῥωμαλέος ὤφθης ἀθλητής, κατὰ τῶν ἀλλοφύλων, ἰσχὺν περιεζωσμένος, Κωνσταντῖνε θαυμαστέ, τῆς ἄνωθεν χάριτος, καὶ καθεῖλες τούτων τὸ ἵππειον θράσος, μὴ πτήξας τὰς βασάνους, καὶ καθυπομείνας, τὸ τέλος δι᾿ ἀγχόνης.
Θεοτοκίον.
Ὁ Δεσπότης Μῆτερ σαρκωθείς, δι᾿ ἄκραν εὐσπλαγχνίαν, ἐκ σοῦ τῆς Ἀειπαρθένου, τῆς κατάρας τοῦ Ἀδάμ, τοὺς ψάλλοντας ἔσωσεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.






ᾨδὴ θ΄. Τύπον τῆς ἁγνῆς λοχείας σου.
Δῶρον ἑαυτὸν προσήνεγκας, καὶ μυστικὴν θυσίαν, Μάρτυς τῷ κτίσαντι, βασάνων πολλῶν, καθυπομείνας τὰ τραύματα, καὶ ἀγχόνῃ ἀθλήσας ὡς ἄσαρκος· διό σε Κωνσταντῖνε, ἀκαταπαύστως μακαρίζομεν.
Ὅλος τῷ φωτὶ λαμπόμενος, τῆς ἀθανάτου δόξης, Μάρτυς ὡς ἄριστος, Χριστῷ τῷ Θεῷ, ὦ Κωνσταντῖνε παρίστασαι, σὺν Μαρτύρων Ἁγίων τοῖς τάγμασι, μεθ᾿ ὧν ἀεὶ δυσώπει, ὑπὲρ τῶν πόθῳ εὐφημούντων σε.
Ὕμνοις εὐσεβῶς τιμῶμέν σε, τὴν φαεινήν σου μνήμην, σήμερον ἄγοντες, Μάρτυς οἱ πιστοί, καὶ ταπεινῶς ἀνακράζομεν· Τὴν Ἁγίαν Τριάδα ἱκέτευε, ἔνδοξε Κωνσταντῖνε, ἐλεηθῆναι τοὺς ὑμνοῦντάς σε.
Θεοτοκίον.
Ὕψωσας τῷ ξένῳ τόκῳ σου, τὴν ἀνθρωπίνην φύσιν, εἰς τὰ οὐράνια· διὸ οἱ πιστοί, ἀξιοχρέως τιμῶμέν σε, Θεοτόκε Παρθένε βοῶντές σοι· Χαῖρε Εὐλογημένη, τοῦ Βασιλέως τὸ παλάτιον.




























ΚΑΝΩΝ Β΄
ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.
Δεῦτε πιστοί, τὸν Ἀθλοφόρον Χριστοῦ τοῦ Θεοῦ, νῦν Κωνσταντῖνον ᾄσμασιν, ἀνευφημήσωμεν· τὸν Θεὸν γὰρ δοξάσας, ἀγῶσι μαρτυρίου, ἀντιδεδόξασται.
Πόθῳ ψυχῆς, τοῦ μαρτυρίου στεῤῥῶς τὴν ὁδόν, ἐν τοῖς ἐσχάτοις ἔτεσι, Μάρτυς διήνυσας, Κωνσταντῖνε· διό σε, ἐν ὕμνοις χαρμοσύνως, πάντες γεραίρομεν.
Ὡς τοῦ Χριστοῦ, τῇ ἀγαπήσει τρωθεὶς τὴν ψυχήν, τῶν ἀσεβῶν τὸ φρύαγμα, οὐκ ἐδειλίασας, Κωνσταντῖνε παμμάκαρ, καὶ ὤφθης στρατιώτης, νέος τῆς πίστεως.
Θεοτοκίον.
Ἄνευ σπορᾶς, Εὐλογημένη Παρθένε Ἁγνή, ὑπερφυῶς κυήσασα, Χριστὸν τὸν Κύριον, τῆς ἀρχαῖας κατάρας, τὸ γένος τῶν ἀνθρώπων, Μῆτερ ἐλύτρωσας.

ᾨδὴ γ΄. Στειρωθέντα μου τὸν νοῦν.
Κωνσταντῖνε ἀνδρικῶς, μεγαλύνας τὸν Χριστόν, ἐν μαρτυρίῳ, τῆς ἀφράστου ζωῆς, ἀνεδείχθης κοινωνός, θεοειδέστατος.
Ὅπερ πέπονθας τὸ πρίν, ἐδιόρθωσας κρουνοῖς, τῆς μετανοίας, καὶ αἱμάτων ῥοαῖς, Κωνσταντῖνε Ἀθλητά, τοῦ μαρτυρίου σου,
Ἐν ἀγχόνῃ ὑψωθείς, ἀπηγχόνισας ἐχθρόν, τὸ παλαμναῖον, Κωνσταντῖνε σοφέ, καὶ ἀνῆλθες πρὸς ζωήν, τὴν αἰωνίζουσαν.
Θεοτοκίον.
Θεοτόκε Ἁγνή, τοὺς προστρέχοντας πιστῶς, τῇ σῇ πρεσβείᾳ, ἐκ κινδύνων δεινῶν, καὶ παντοίων πειρασμῶν, ρῦσαι δεόμεθα.

ᾨδὴ δ΄. Ἐλήλυθας ἐκ Παρθένου.
Ἐξέλαμψας ἐν δουλείας, τῷ σκότει ὡς ἥλιος, ἀνατολῇ μακάριε, τῆς κραταιᾶς σου ἀθλήσεως, καὶ κόσμον ἐφώτισας, τοῖς ἀπαυγάσμασι, Μάρτυς Κωνσταντῖνε τῶν ἄθλων σου.
Μαρτύρων ἀκολουθήσας, προθύμως τοῖς ἴχνεσι, Κωνσταντῖνε ἔνδοξε, εἰς Παραδείσου κατέπαυσας, τὰ θεῖα σκηνώματα· διὸ ἱκέτευε, ὑπὲρ τῶν τιμώντων τοὺς ἄθλους σου.
Εὐφραίνεται Κωνσταντῖνε, ἡ Ὕδρα τῇ δόξῃ σου, καὶ λαμπρῶς ἀγάλλεται, ἡ νῆσος Ῥόδος τοῖς ἄθλοις σου, ἐν οἷς ἐξεφαύλισας, καὶ ἐταπείνωσας, πᾶσαν ἀλλοφύλων ἐπίνοιαν.
Θεοτοκίον.
Κυήσασα τὸν Δεσπότην, Παρθένε τῆς κτίσεως, ἐκ φθορᾶς λυτρούμενον, τοὺς Θεοτόκον φρονοῦντάς σε, ῥῦσαί με ὡς εὔσπλαγχνος, ἐκ πάσης θλίψεως, πόνων, πειρασμῶν καὶ κακώσεων.


ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.
Ἐνδεδυμένος λαμπρῶς, τὴν τοῦ Σωτῆρος Ἰησοῦ δύναμιν, μαρτυρικῶς Ἄγαρ τῶν ἐκγόνων, καθεῖλες τὴν ὀφρύν, σοφὲ Κωνσταντῖνε, Μαρτύρων ἀγλάϊσμα.
Περιφραχθεὶς Ἀθλητά, τῇ πανοπλίᾳ τῆς Χριστοῦ πίστεως, μαρτυρικῇ ἐν πάλῃ ἐδείχθης, γενναῖος νικητής, καὶ στέφος ἐδέξω, ὑψόθεν ἀμάραντον.
Ὡς ἱερεῖον σεπτόν, ὥσπερ θυσία μυστικὴ ἄμωμος, τῷ Λυτρωτῇ τοῦ κόσμου προσήχθης, ἀγχόνῃ ἀνδρικῶς, σοφὲ Κωνσταντῖνε, τὸ τέλος δεξάμενος.
Θεοτοκίον.
Θεοκυῆτορ Ἁγνή, Μῆτερ Παρθένε Μαριὰμ Ἄχραντε, ὑπὲρ ἡμῶν δυσώπει ἀπαύστως, τὸν Κύριον Χριστόν, ἵνα λυτρωθῶμεν, πυρὸς τῆς κολάσεως.

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Ἐναντίον τυράννων τὸ ὄνομα, Κωνσταντῖνε ἔνδοξε, Χριστοῦ ἐκήρυξας· διὸ βασάνους ἤνεγκας, μηδαμῶς, δειλιάσας ὡς ἄσαρκος.
Μαργαρίτην ὃν πρῴην ἀπώλεσας, μετανοίας δάκρυσι, καὶ τῇ ἀσκήσει σου, ἐπανεκτήσω ἔνδοξε, καὶ Χριστῷ, συνετάγης σῷ αἵματι.
Τὰς βασάνους ἀνδρείως ὑπέμεινας, καὶ εἱρκτῆς τὴν κάκωσιν, ὡς ἄλλου πάσχοντος· καὶ γὰρ ἐγένου χάριτι, ἰσχυρός, Κωνσταντῖνε μακάριε.
Θεοτοκίον.
Τοῦ νοός μου τὸ σκότος διάλυσον, τῆς λαμπρᾶς σου χάριτος, τοῖς ἀπαυγάσμασι· σὺ γὰρ τὸ φῶς ἐκύησας, ἀληθῶς, Θεοτόκε τῆς γνώσεως.

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Ἐχθρὸν τὸν δεινόν, ἐν ἐσχάτοις τοῖς καιροῖς καταπαλαίσας, καὶ τοῦτον δείξας τῇ ἀνδρείᾳ σου, ὦ Κωνσταντῖνε ἀνίσχυρον, δόξης θεϊκῆς ἠξιώθης, σὺν Μαρτύρων τοῖς τάγμασι, μεθ᾿ ὧν δυσώπει ἐκτενῶς, ὑπὲρ ἡμῶν τὸν Θεόν.
Χριστοῦ τοῦ Θεοῦ, ἱδρυμένος τὴν ψυχὴν τῷ θεμελίῳ, ἐφάνης Μάρτυς ἀκατάσειστος, ταῖς προσβολαῖς τῶν κολάσεων, τῶν τε ἀλγηδόνων ἐφόδοις, καὶ τῶν πόνων προσρήξεσι· διὸ τὴν ἄπονον σοφέ, ἐν πόλῳ εὗρες ζωήν.
Ἀθλήσας καλῶς, τῶν θαυμάτων δωρεαῖς κατεπλουτίσθης, ἐν αἷς ἐκλάμπων ὑπὲρ ἥλιον, ὦ Κωνσταντῖνε τοῖς πέρασι, πάντας μυστικῶς καταυγάζεις, τοὺς πιστῶς ἐκβοῶντάς σοι· Χαίροις Μαρτύρων κοινωνός, ἐν παραδείσου αὐλαῖς.
Θεοτοκίον.
Παρθένε Ἁγνή, ἡ τεκοῦσα τοῦ Πατρὸς φρικτῶς τὸν λόγον, ἡ μετὰ τόκον παρθενεύουσα, καὶ καθαρὰ χρηματίζουσα, ῥύπου τῶν παθῶν κάθαρόν με, ἵνα πόθῳ κραυγάζω σοι· Χαῖρε Χριστοῦ τοῦ Θεοῦ, ἡ παναγία σκηνή.

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Αἱρετισάμενος πιστῶς, τὴν ἀγχόνην δι᾿ ἀγάπην τοῦ Κυρίου, παρ᾿ αὐτοῦ ἐκομίσω, τὴν τῶν θαυμάτων τὴν ἰσχύν· διὸ Κωνσταντῖνε πολύαθλε, σὲ ὑμνολογοῦμεν, τελοῦντές σου τὴν μνήμην.
Χαίρει ἐνθέως καὶ σκιρτᾷ, Κωνσταντῖνε ὁ λαὸς πόλεως Ῥόδου, θαυμαστόν σε προστάτην, καὶ πολιοῦχον καλόν, καὶ φύλακα θεῖον κτησάμενος, καὶ τὴν ἄθλησίν σου, ἐν ὕμνοις μακαρίζει.
Σὺ ὁ τῷ κόσμῳ ἀσθενής, ὁ ἀκέραιος τὸν νοῦν ἁπλοῦς τῷ τρόπῳ, Κωνσταντῖνε παμμάκαρ, τοὺς πανοπλίτας ἐχθρούς, τῆς πίστεως ὅπλοις κατῄσχυνας· ὅθεν ὑπεδέξω, τῆς νίκης τοὺς στεφάνους.
Θεοτοκίον.
Ἡ τὸν Δεσπότην τοῦ παντός, ἀπειράνδρως ἐν σαρκὶ Ἁγνὴ τεκοῦσα, χάριτός σου τοῖς ῥείθροις, τὴν ταπεινήν μου ψυχήν, παθῶν τῆς ἱλύος καθάρισον, ἵνα σε δοξάζω, τὴν Κεχαριτωμένην.

ᾨδὴ θ΄. Ἡ τὸν ἀχώρητον Θεόν.
Ὁ ἐν τῇ Ῥόδῳ ἀνδρικῶς, μαρτυρίου δίαυλον, διανύσας ῥώμῃ τῆς πίστεως, σὲ ὑμνοῦμεν, Κωνσταντῖνε παμμάκαρ.
Ἐν παραδείσου ταῖς αὐλαῖς, σὺν Μαρτύρων τάγμασι, Κωνσταντῖνε Μάρτυς θεούμενος, μὴ ἐλλίπῃς, καὶ ἡμῶν μνημονεύων.
Θερμῶς ἱκέτευε Χριστόν, Κωνσταντῖνε ἔνδοξε, λυτρωθῆναι πάσης κακώσεως, τοὺς τελοῦντας, τὴν ἁγίαν σου μνήμην.
Θεοτοκίον.
Ἡ τὸν φιλάνθρωπον Θεόν, δι᾿ ἡμᾶς κυήσασα, καὶ χαρᾶς τὴν κτίσην πληρώσασα, σὲ ὑμνοῦμεν, Θεοτόκε Μαρία.














ΚΑΝΩΝ Γ΄
ᾨδὴ α΄. Ἦχος γ΄. Φαραὼ τὰ ἅρματα.
Κωνσταντῖνον ἅπαντες, Χριστοῦ τὸν νέον Μάρτυρα, τοῖς ᾄσμασι τιμήσωμεν· ἀνδρείως γὰρ ἤθλησε, καὶ κατῄσχυνε, τὴν πλάνην τῶν τυράννων.
Εὐσεβείας ἔνδοξε, ἐν μαρτυρίου σκάμματι, τὰς χάριτας ἐξήνθησας, πιστῶν τῷ πληρώματι· ὅθεν πάντες σε, ὑμνοῦμεν Κωνσταντῖνε.
Μετανοίας δάκρυσι, ψυχὴν λευκάνας πρότερον, ἐλάμπρυνας σῷ αἵματι, αὐτὴν Μάρτυς ὕστερον, καὶ παρίστασαι, Χριστῷ νῦν λαμπροφόρος.
Θεοτοκίον.
Θεοτόκε Δέσποινα, Ἁγνὴ Παρθένε Ἄχραντε, μὴ παύσῃ ἱκετεύουσα, ὑπὲρ τῶν ὑμνούντων σε, τὸν ἐν μήτρᾳ σου, ἀσπόρως σαρκωθέντα.

ᾨδὴ γ΄. Ὁ ἐκ μὴ ὄντων.
Ὁ ἐν τῇ Ῥόδῳ ἐμπρέψας μαρτυρικῶς, καὶ πλάνης τὴν ἔπαρσιν, ταπεινώσας τοῖς ἄθλοις σου, Κωνσταντῖνε πρέσβευε, Χριστῷ ἀπαύστως, ὑπὲρ τῶν σὲ ὑμνούντων.
Ἀποστασίας τὸ πτῶμα τῇ τοῦ Χριστοῦ, ἠνόρθωσας χάριτι, Κωνσταντῖνε ἀοίδιμε, καὶ Μαρτύρων ἔδραμες, ὁδὸν μὴ πτήξας, τὸ θράσος τῶν τυράννων.
Ἐν παῤῥησίᾳ ὡς Μάρτυς περιφανής, τὸν Κτίστην ἱκέτευε, Κωνσταντῖνε μακάριε, δωρηθῆναι ἅπασι, τοῖς σὲ τιμῶσι, τὴν λύσιν τῶν πταισμάτων.
Θεοτοκίον.
Θεοκυῆτορ Παρθένε Μῆτερ Θεοῦ, ὡς εὔσπλαγχνος ῥῦσαί με, ἐκ παντοίων κακώσεων, συμφορῶν καὶ θλίψεων· καὶ γὰρ γεραίρω, τὸν ἄφθορόν σου τόκον.

ᾨδὴ δ΄. Εἰσακήκοα τὴν ἀκοήν σου.
Ὑμνον ᾄσωμεν τῷ Κωνσταντίνῳ ἀπὸ καρδίας· ὡς γὰρ ἄσαρκος ἐνήθλησεν, τοῦ Χριστοῦ τῷ ἔρωτι.
Ἡ Ῥοδόνησος σὲ Κωνσταντῖνε ἐγκωμιάζει, καυχωμένη τοῖς ἄθλοις σου, δι᾿ ὧν κόσμῳ ἔλαμψας.
Τοὺς τιμῶντάς σου ὦ Κωνσταντῖνε τὰς ἀριστείας, ταῖς πρεσβείαις σου διάσῳζε, ἐξ ἐχθροῦ τῆς μήνιδος.
Θεοτοκίον.
Ἀπολαύοντες τῆς μητρικῆς σου στοργῆς Παρθένε, ἀναμέλπομεν τῇ δόξῃ σου, τὰς αἰνέσεις χαίροντες.



ᾨδὴ ε΄. Φωτὶ τῷ ἀνεσπέρῳ σου.
Φωτὶ τοῦ μαρτυρίου σου λαμπρός, τῇ Ἐκκλησίᾳ φωστὴρ ἀνέτειλας, διάλαμπων Μάρτυς τοῖς θαύμασι· διὸ σε πάντες ὑμνολογοῦμεν.
Ὑπὸ τοῦ ἀθλοθέτου σου Χριστοῦ, τῆς παναλκίμου ὦ Μάρτυς χάριτος, ῥωννύμενος μάστιγας ἤνεγκας, καὶ τέλος χαίρων τὸ δι᾿ ἀγχόνης.
Χριστὸν τὸν σὲ δοξάσαντα Θεόν, ὦ Κωνσταντῖνε θερμῶς ἱκέτευε, τοῦ δωρήσασθαι ὡς φιλάνθρωπος, εἰρήνης πᾶσιν ἡμῖν τὴν χάριν.
Θεοτοκίον.
Ἐκ σοῦ Θεομακάριστε Χριστός, ἐνανθρωπήσας καθὼς ἠθέλησε, τοῦ προπάτορος ἐλυτρώσατο, ἀνθρώπων γένος τῆς καταδίκης.

ᾨδὴ στ΄. Ἐβόησα ἐν στεναγμοῖς.
Ἐβόησας ἐν στεναγμοῖς Κωνσταντῖνε, μεταμελείας πρὸς Θεόν, καὶ αὐτὸς ἀκούσας, φωνῆς σου ὡς οἰκτίρμων, σὲ ἀνέδειξε, κοινωνὸν τῶν Μαρτύρων.
Ἀγάλλεται μεγαλαυχοῦσα ἡ Ὕδρα, τοῖς σοῖς σπαργάνοις ἱερῶς, καὶ κομπάζει Μάρτυς, κηρύττουσα τῷ κόσμῳ, τῶν θαυμάτων σου, Κωνσταντῖνε τὴν χάριν.
Προσπίπτοντες τῇ τῶν λειψάνων σου θήκῃ, ἀναβοῶμέν σοι πιστῶς· Κωνσταντῖνε Μάρτυς, Χριστοῦ τροπαιοφόρε, ταῖς πρεσβείαις σου, τὴν ζωὴν ἡμῶν σκέπε.
Θεοτοκίον.
Διάσωσον ἀπὸ κινδύνων Παρθένε, καὶ πολυτρόπων πειρασμῶν, τοὺς ἀνακειμένους, τῇ θείᾳ σου πρεσβείᾳ, καὶ τὸν τόκον σου, ἀληθῶς προσκυνοῦντας.

ᾨδὴ ζ΄. Ὁ τὴν φλόγαν δροσίσας.
Εὐσεβείας ἀρότρῳ γεωργήσας, τῆς ψυχῆς σου τὴν ἄρουραν παμμάκαρ, τοῦ μαρτυρίου τὴν παγκαρπίαν ἤνθησας, Κωνσταντῖνε ἀθλήσας στεῤῥῶς.
Τῇ ἀγχόνῃ ὑψώθης Κωνσταντῖνε, καὶ πρὸς ὕψος τοῦ πόλου ἐπετάσθης, ἔνθα χορεύεις μετ᾿ Ἀσωμάτων τάξεων, ὑπὲρ πάντων πρεσβεύων ἡμῶν.
Ἱκετεύων μὴ παύσῃ τὸν Δεσπότην, ὑπὲρ πάντων τῶν πόθῳ ἐκτελούντων, μετ᾿ ἐγκωμίων τὴν σεβασμίαν μνήμην σου, Κωνσταντῖνε σοφὲ Ἀθλητά.
Θεοτοκίον.
Μητρικῇ σου Παρθένε προμηθείᾳ, μὴ ἐάσῃς ἐπίχαρμα γενέσθαι, τοῦ πονηροῦ με τὸν ταπεινὸν ἱκέτην σου, ὡς ἐλπίζοντα πίστει εἰς σέ.



ᾨδὴ η΄. Τὸν ἐπὶ θρόνου.
Τὸν ἐν τῇ Ῥόδῳ ἀνδρικῶς ἐναθλήσαντα, Κωνσταντῖνον πάντες, τιμήσωμεν ἐν ὕμνοις, ὡς νέον στεφανίτην.
Φαλαγγαρχίας τῶν ἐχθρῶν κατενίκησας, τοῦ Σταυροῦ δυνάμει· διό σου Κωνσταντῖνε, τὰ τρόπαια ὑμνοῦμεν.
Οἰκείωσόν με τῷ Χριστῷ ταῖς πρεσβείαις σου, Κωνσταντῖνε Μάρτυς· σὲ γὰρ ἐπικαλοῦμαι, θερμότατον προστάτην.
Θεοτοκίον.
Τῶν χαρισμάτων τῆς θερμῆς εὐσπλαγχνίας σου, κοινωνόν με δεῖξον, Παρθένε τὴν φωνήν μου, ὡς ἐνωτιζομένη.

ᾨδὴ θ΄. Σὲ τὴν ἀκατάφλεκτον.
Σὲ τὸν μιμησάμενον ζήλῳ, τῶν Μαρτύρων τοὺς ἄθλους, ἐν δουλείας τῷ καιρῷ, τῶν Ὀρθοδόξων, Κωνσταντῖνε δῆμοι λαμπρῶς μακαρίζομεν.
Ἤρθης πρὸς οὐράνιον πλάτος, καὶ ἐσκήνωσας ἔνδον, τῶν θαλάμων τῆς ζωῆς, ἡμῖν εὐχαῖς σου, Κωνσταντῖνε Μάρτυς Θεὸν ἱλεούμενος.
Δίδου τοῖς προστρέχουσι πόθῳ, σῶν λειψάνων τῇ θήκῃ, Κωνσταντῖνε θαυμαστέ, τῆς κραταιᾶς σου, προστασίας Μάρτυς τὰ θεῖα δωρήματα.
Θεοτοκίον.
Σὲ τὴν ὑπεράμωμον νύμφην, τῆν τεκοῦσα τὸν Λόγον, ἀπειράνδρως τοῦ Πατρός, τὴν Θεοτόκον, τῶν πιστῶν τὴν σκέπην ἀεὶ μεγαλύνομεν.



















ΚΑΝΩΝ Δ΄
οὗ ἡ Ἀκροστιχίς· «Κύρι(λ)λος μέλπει τῆς Ῥόδου τὸν προστάτην».
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Καταύγασον Κύριε, τὴν σκοτισθεῖσαν καρδίαν μου, καὶ λόγον τῇ γλώττῃ μου, ὡς πολυεύσπλαγχνος δός, ὡς ἂν ᾄσμασιν, ἀξίως Κωνσταντῖνον, ὑμνήσω τὸν νέον σου, γενναῖον Μάρτυρα.
Ὑμνήσωμεν ἅπαντες, τὸν Κωνσταντῖνον γηθόμενοι· Χριστὸν γὰρ ἐκήρυξεν, ἐπὶ τυράννων στεῤῥῶς, καὶ ὡς ἄσαρκος, βασάνους ὑπομείνας, ἀγχόνῃ ἐδέξατο, τέλος τὸ ἅγιον.
Ῥοδίων ἡγίασας, τὴν σεβασμίαν Μητρόπολιν, τῇ θείᾳ ἀθλήσει σου, ἥτις πλουτοῦσα λαμπρόν, πολιοῦχόν σε, θεόφρον Κωνσταντῖνε, τὰ ἄθλα γεραίρει σου, καὶ τὰ παλαίσματα.
Θεοτοκίον.
Ἰδού σοι προστρέχομεν, οἱ εὐσεβεῖς Θεονύμφευτε, καὶ πόθῳ κραυγάζομεν· Χαῖρε Παρθένε Ἁγνή· χαῖρε ἔμψυχον, εἰκόνισμα ἁγνείας· χαῖρε ἡ δανείσασα, σάρκα τῷ Πλάστῃ σου.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Λαμπὰς ἐν τῷ σκότει τῆς δουλείας, ἀνήφθης Μαρτύρων ὑπελθών, καρτερικῶς τὸ στάδιον, καὶ ἀσεβείας ἔλυσας, Ἀγαρηνῶν τὴν ζόφωσιν, ὦ Κωνσταντῖνε τοῖς ἄθλοις σου.
Ὁμότροπος Μάρτυς Κωνσταντῖνε, Μαρτύρων τῶν πρόπαλαι ὀφθείς, μαρτυρικῇ ἐνστάσει σου, νῦν ἔχεις τὸ πολίτευμα, ἐν οὐρανοῖς ταῖς νίκαις σου, ὑπερφυῶς κλεϊζόμενος,
Σωτῆρα κηρύξας Κωνσταντῖνε, τυράννοις ἀπίστοις τὸν Χριστόν, βάσανα πολυώδυνα, καρτερικῶς ὑπέμεινας, καὶ κληρονόμος γέγονας, τῆς βασιλείας φαιδρότατος.
Θεοτοκίον.
Μαρτύρων τὸ κλέος χαῖρε Κόρη, καὶ δόξα ὁσίων Ἀσκητῶν· χαῖρε τὸ πολυεύφημον, τῶν Ὀρθοδόξων καύχημα· χαῖρε θερμὴ ἀντίληψις, τῶν προστρεχόντων τῇ σκέπῃ σου.

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Ἔστης ἀκατάπληκτος τῷ λογισμῷ, ἐν τῷ ἀπηνῶς βασανίζεσθαι, σοῦ τὸ σαρκίον, Κωνσταντῖνε Ἀθλητά, καὶ τῶν ἐχθρῶν κατέπληξας, τὴν ἐπαιρομένην θρασύτητα.
Λόγοις οἷς ἐδίδου σοι πνευματικῶς, φθέγγεσθαι τὸ Πνεῦμα τὸ Ἅγιον, διατρανώσας, εὐσεβείας τὴν ἰσχύν, τῶν ἀσεβῶν ἐφίμωσας, Μάρτυς Κωνσταντῖνε τὰ στόματα.
Πρῴην ὁ πτερνίσας σε δόλῳ ἐχθρός, παίγνιον ὡράθη τοῖς ἄθλοις σοι, καὶ κατεβλήθη, πρὸ ὡραίων σου ποδῶν, ὁ δυσμενὴς ἀνίσχυρος, Μάρτυς Κωνσταντῖνε μακάριε.

Θεοτοκίον.
Ἔχοντες προστάτιν σε καὶ βοηθόν, Μῆτερ οἱ πιστοὶ ἐκβοῶμέν σοι· Χαῖρε Παρθένε, τὸ ταμεῖον τῆς ζωῆς· ἐλπὶς ἡ ἀκαταίσχυντος, τῶν Χριστιανῶν χαῖρε Πάναγνε.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἰσχύσας τῇ χάριτι, Θεοῦ τοῦ Παντοκράτορος, κατὰ τῶν τυράννων Κωνσταντῖνε, τοῦ μαρτυρίου, ἐν τοῖς ἐσχάτοις καιροῖς, τὸν δρόμον διήνυσας καλῶς, καὶ προσθήκη γέγονας, τῶν Μαρτύρων περίδοξος.
Τὸ σῶμα ταῖς μάστιξιν, ἐθελουσίως δέδωκας, ὑπὲρ τῆς καλῆς ὁμολογίας, μηδὲν προκρίνας, τῆς βασιλείας Χριστοῦ, ἧς καὶ ἀνεδείχθης κοινωνός, Κωνσταντῖνε θάνατον, δι᾿ ἀγχόνης δεξάμενος.
Ἡ χεὶρ ἀπημαύρωται, τοῦ ἀσεβοῦς ῥαπίσασα, Μάρτυς ἀναιδῶς τὸ πρόσωπόν σου, καὶ κατῃσχύνθη, ὁ μιαρὸς ἡγεμών, ὅτε τῆς σαρκός σου τὰς πληγάς, Κωνσταντῖνε ἔνδοξε, ἰαθεῖσας ἑώρακε.
Θεοτοκίον.
Σωτῆρα ἡ τέξασα, Χριστὸν τὸν πάντων Κύριον, χαῖρε Μαριὰμ Εὐλογημένη· χαῖρε τοῦ κόσμου, ὁ διαυγὴς ὀφθαλμός· χαῖρε τὴν φαιδρὰν μαρμαρυγήν, πᾶσιν ἀπαστράψασα, τοῦ Θεοῦ τῆς χρηστότητος.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ῥημάτων Μάρτυς δεήσεως, φωνῆς τοῦ στεναγμοῦ σου ὁ Κύριος, ἐνωτισάμενος, ἐν τῇ εἱρκτῇ ἐπεφάνη σοι, διδούς σοι Κωνσταντῖνε, ἰσχύν οὐράνιον.
Ὁδὸν Μαρτύρων διήνυσας, τὸ πτῶμα τὸ δεινὸν διορθούμενος, ὃ πρῴην πέπονθας, καὶ δι᾿ ἀγχόνης ἀπέλαβες, τὸ πέρας Κωνσταντῖνε, τῆς προσδοκίας σου.
Δυνάμει ἔστης τῆς χάριτος, ἐν στάσει μαρτυρίου ἀκλόνητος, καὶ διεσάλευσας, τῆς ἀσεβείας θεμέλια, θεόφρον Κωνσταντῖνε, τῇ καρτερίᾳ σου.
Θεοτοκίον.
Ὁ θεῖος οἶκος τῆς χάριτος, καὶ ἔμψυχος ναὸς τοῦ Παντάνακτος, Χαῖρε Πανάχραντε· Χαῖρε ὡραῖον παλάτιον, τοῦ δι᾿ ἡμᾶς ἀφράστως, ἐνανθρωπήσαντος.









ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ὑπὲρ ἔννοιαν, ὑπάρχει σου ἡ ἄθλησις, καὶ τὰ παλαίσματα· σὺ γὰρ σαρκὸς τὰς πληγάς, ἀνδρείως ὑπέμεινας, ὡς ἄλλου πάσχοντος, καὶ ἀδάμαντος, εὑρέθης ἀκμαιότερος, Κωνσταντῖνε τοῖς τυράννοις.
Τὸν οὐράνιον, Χριστοῦ τῆς θείας πίστεως, ἐπανευράμενος, ὡς νουνεχὴς θησαυρόν, αὐτὸν διεφύλαξας, ἐν τῇ καρδίᾳ σου, διὰ θλίψεων, καὶ ἀλγεινῶν κολάσεων, Νεομάρτυς Κωνσταντῖνε.
Ὄλβον ἅγιον, καὶ γέρας πολυτίμητον, καύχημα τίμιον, καὶ πολιοῦχον καλόν, ἡ Ῥόδος πλουτοῦσά σε, ἡ περιώνυμος, χαίρει πάντοτε, ἐπὶ τῇ θείᾳ δόξῃ σου, καὶ ὑμνεῖ σε Κωνσταντῖνε.
Θεοτοκίον.
Νύμφη ἄφθορος, Θεοῦ τοῦ Παντοκράτορος, χαῖρε Πανάμωμε· χαῖρε ἁγία σκηνή, καὶ ῥάβδος καὶ τράπεζα, καὶ στάμνος πάγχρυσος· χαῖρε Δέσποινα, σκηνὴ ἀχειροποίητος, τοῦ μεγάλου Βασιλέως.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Πάσης ἀσεβοῦς καταφρονήσας, τυράννων τῶν μιαιφόνων ὑποσχέσεως, τούτων τὴν ἀσέβειαν, Κωνσταντῖνε ἔνδοξε, θεολογῶν διήλεγξας, καὶ χαίρων ἔκραζες· Ἰδοὺ Χριστιανὸς ἐγὼ πέλω, κἄν τοῦ Λυτρωτοῦ μου, πρὸς ὥραν ἐχωρίσθη.
Ῥώμῃ τὸν ἐχθρὸν καταπαλαίσας, καθεῖλες εἰς τέλος τούτου τὸ γαυρίαμα, καὶ τῷ δι᾿ ἀγχόνης σου, πότμῳ ἀπηγχόνισας, θεοεχθρίας ἔνδοξε, ὀφρὺν τὴν βλάσφημον· διό σε ὁ Θεὸς Κωνσταντῖνε, ἔστεψε στεφάνῳ, τῆς νίκης ἀμαράντῳ.
Ὅλης ἐκ ψυχῆς ἀνευφημοῦμεν, τοὺς ἄθλους σου Κωνσταντῖνε παμμακάριστε· σὺ γὰρ ἐν ἁπλότητι, ἤθους τὴν εὐσέβειαν, κηρύξας τοῖς συλήσασι, πρὶν τὴν καρδίαν σου, ὑπέμεινας μυρίας βασάνους, καὶ ἀπῃωρήθης, προθύμως τῇ ἀγχόνῃ.
Θεοτοκίον.
Σκεῦος τῆς ζωῆς τῶν χαρισμάτων, Παρθένε χαῖρε Ἁγία· χαῖρε Ἄχραντε, λύχνος θεολάξευτος· χαῖρε ἀκηλίδωτος, παστὰς τοῦ Λόγου Δέσποινα· χαῖρε βασίλισσα, Θεοῦ ἐκ δεξιῶν παρεστῶσα· χαῖρε εὐφροσύνη, κοινὴ ἀνθρώπων γένους.










ᾨδὴ θ΄. Ἅπας γηγενής.
Τύραννον δεινόν, νικήσας τῶν ἄθλων σου, μεγαλουργήμασι, νικητὴς περίδοξος, ὦ Κωνσταντῖνε, ὤφθης τῆς πίστεως, καὶ ἐκ Θεοῦ ἀπέλαβες, νίκης τὸν στέφανον· ᾧ ἀπαύστως, πρέσβευε δωρήσασθαι, τὴν εἰρήνην ἡμῖν τοῖς ὑμνοῦσί σε.
Ἄθλων ἱερῶν, τελέσας τὸ δίαυλον, φῶς ἐπουράνιον, κατελθὸν τὸ σκῆνός σου, ἐν τῇ ἀγχόνῃ, ἀπαιωρούμενον, ὑπερφυῶς ἐκάλυψε, θείαν εἰς ἔνδειξιν, οἷας δόξης, ἔτυχες καὶ χάριτος, Κωνσταντῖνε φωτὸς ἐν σκηνώμασι.
Τάφῳ ἱερῷ, ὁ Ῥόδου Ἀγάπιος, τὸ πανσεβάσμιον, σῶμά σου ἐκήδευσε, καὶ προεξάρχων, τῆς ὁμηγύρεως, τῶν εὐσεβῶν ἐκραύγαζε· Μέγας ὁ Κύριος, ὁ καὶ νέον, δείξας ἡμῖν Μάρτυρα, εἰς αἰσχύνην ἐχθρῶν καὶ κατάπτωσιν.
Ἥλιος φαιδρός, φωστὴρ τηλαυγέστατος, τῷ μαρτυρίῳ σου, Κωνσταντῖνε ἔνδοξε, τῇ Ἐκκλησίᾳ Χριστοῦ ἀνέτειλας, καταφωτίζων ἅπαντας, τοὺς ἐκβοῶντάς σοι· Χαίροις Ὕδρας, βλάστημα ἀμάραντον, καὶ τῆς Ῥόδου τερπνὸν ἐγκαλλώπισμα.
Θεοτοκίον.
Νέος οὐρανός, τῆς ἄνωθεν χάριτος, χαῖρε Θεόνυμφε· χαῖρε κῆπος εὔχαρις· χαῖρε νεφέλη κούφη ὁλόφωτος· χαῖρε πηγὴ ζωήῤῥυτος, τῆς θείας γνώσεως· χαῖρε Μῆτερ, τεῖχος ἀπροσμάχητον, τῶν εἰς σὲ προστρεχόντων ἐκ πίστεως.





















ΚΑΝΩΝ Ε΄
οὗ ἡ Ἀκροστιχὶς ἄνευ τῶν Θεοτοκίων· Τῷ Ὑδραίῳ Μάρτυρι Κύρι(λ)λος ᾄδει.
ᾨδὴ α΄. Ἦχος πλ. α΄. Τῷ Σωτῆρι Θεῷ.
Τῶν Μαρτύρων φαιδρός, ἀναδειχθεὶς κοινωνός, ὦ Κωνσταντῖνε τῇ ἀθλήσει σου, ὑπὲρ ἡμῶν τῷ Λυτρωτῇ ἀπαύστως πρέσβευε, τῶν πίστει τιμώντων σου, ὕμνοις τὴν ἄθλησιν.
Ὡραιώσας σαυτόν, μαρτυρικαῖς καλλοναῖς, ὅλος ἀστράπτων ἐξεδήμησας, ὦ Κωνσταντῖνε πρὸς ζωὴν τὴν ἀτελεύτητον, φωτὶ τῆς θεώσεως, καταυγαζόμενος.
Ὑπὲρ πάντων ἡμῶν, τῶν εὐφημούντων πιστῶς, τὴν ἐν ἀθλήσει καρτερίαν σου, ὦ Κωνσταντῖνε ἐκτενῶς Χριστὸν ἱκέτευε, ὡς ἂν λύσιν εὕρωμεν, τῶν παραπτώσεων.
Δοξασθεὶς εὐκλεῶς, ἐν πρωτοτόκων σκηναῖς, ὡς Νεομάρτυς γενναιότατος, τῶν ἐπὶ γῆς σε ἀνυμνούντων σε ἔσο πάντοτε, προστάτης καὶ πρόμαχος, ταῖς ἱκεσίαις σου.
Θεοτοκίον.
Θεοτόκε Ἁγνή, τὸν ἀπειράνδρως ἐκ σοῦ, σωματωθέντα καὶ πηγάσαντα, τὴν ἀφθαρσίαν τοῖς βροτοῖς, θερμῶς ἱκέτευε, σωθῆναι Πανάχραντε, τοὺς ἀνυμνοῦντάς σε.

ᾨδὴ γ΄. Δυνάμει τοῦ Σταυροῦ σου.
Ῥανίσι τῶν αἱμάτων τῶν σῶν, πεφοινιγμένος τῷ Κυρίῳ σου, μετὰ Μαρτύρων παρίστασαι, Κωνσταντῖνε εὐφραινόμενος.
Ἀντέστης τοῖς δυνάσταις στεῤῥῶς, καταφρονήσας τῶν κολάσεων, ἐν τῇ δυνάμει τῆς χάριτος, Κωνσταντῖνε τοῦ Δεσπότου σου.
Ἰσχύϊ τοῦ τιμίου Σταυροῦ, Χριστοῦ τὸ πάθος μιμησάμενος, καὶ τῆς αὐτοῦ Ἀναστάσεως, Κωνσταντῖνε ὤφθης μέτοχος.
Θεοτοκίον.
Μὴ παύσῃ Θεοτόκε ἡμᾶς, ταῖς σαῖς πρεσβείαις προστατεύουσα, τοὺς εὐλαβῶς μακαρίζοντας, ὡς Μητέρα σε Πανάμωμον.

ᾨδὴ δ΄. Ἀκήκοα Κύριε.
Ὡραίοις ἀγῶσί σου, ὡραϊσθεὶς ὑπὲρ σάπφειρον, Κωνσταντῖνε κόσμος, Ἐκκλησίας γεγένησαι.
Μετάνοιαν ἤσκησας, δαυϊτικῶς διορθούμενος, Κωνσταντῖνε μάκαρ, τὴν ἀσύνετον πτῶσίν σου.
Ἀπαύστως ἱκέτευε, τὸν σὲ δοξάσαντα Ἅγιε, τοῦ ῥυσθῆναι πάσης, τοὺς ὑμνοῦντάς σε θλίψεως.
Θεοτοκίον.
Παρθένε Πανύμνητε, τοῖς εὐλαβῶς ἀνυμνοῦσί σε, μητρικῆς στοργῆς σου, τὰς ἐκφάνσεις πρυτάνευε.

ᾨδὴ ε΄. Ὀρθρίζοντες βοῶμέν σοι.
Ῥαπίσματα, λακτίσματα, μάστιγας, καὶ αἰκισμούς, Κωνσταντῖνε ὑποστάς, τρυφῆς ἀπόνου ἐπέτυχες.
Τὸν πόθον σου ὑψώσας πρὸς Κύριον, ὑπὲρ αὐτοῦ, ἀνυψώθης τῇ φρικτῇ, ἀγχόνῃ Μάρτυς τὸ σῶμά σου.
Ὑμνοῦμέν σου τὴν ἔνδοξον ἄθλησιν, δι᾿ ἧς φωστήρ, Κωνσταντῖνε φαεινός, τῇ Ἐκκλησίᾳ ἀνέτειλας.
Θεοτοκίον.
Ἱλέωσαι τὸν εὔσπλαγχνον Κύριον, ὡς ἀγαθή, τοῖς προστρέχουσιν ἡμῖν, τῇ μεσιτείᾳ σου Πάναγνε.

ᾨδὴ στ΄. Μαινομένην κλύδωνι.
Ῥωμαλέως ὥρμησας, νεανίας ὥσπερ εὐπρεπής, τῇ ἀθλήσει ἔνδοξε καὶ ἔκραζες· Ἐγὼ Χριστόν, μόνον λατρεύω ὡς Κύριον.
Ἰαμάτων ἔλαβες, Κωνσταντῖνε Μάρτυς δωρεάς, καὶ διώκεις ἅπαντα νοσήματα, ἐκ τῶν πιστῶς, ἐπικαλουμένων τὴν χάριν σου.
Καθελὼν τὴν ἔπαρσιν, τοῦ δολίου ἄθλοις ἱεροῖς, Κωνσταντῖνε κράτιστε δεδόξασαι, παρὰ Θεοῦ, ταῖς τῶν θαυμάτων δυνάμεσι.
Θεοτοκίον.
Παναγία Δέσποινα, Θεοτόκε Μῆτερ τῆς ζωῆς, τὸν Υἱόν σου πάντοτε ἱκέτευε, ἵνα ἡμῖν, τὴν σωτηρίαν δωρήσασθαι.

ᾨδὴ ζ΄. Ὁ ἐν καμίνῳ πυρός.
Ὑπερφρονήσας ἀκμῆς, τῆς ἡλικίας Κωνσταντῖνε, πρὸς μαρτυρίου ὁδόν, ἔδραμες ὅλῃ σπουδῇ.
Ῥήτωρ ἐφάνης καλός, ἀνακηρύξας Κωνσταντῖνε, τοῖς θεομάχοις Χριστόν, ὡς Λυτρωτὴν καὶ Θεόν.
Ἱερωτάτοις φωναῖς, σὲ εὐφημοῦμεν Κωνσταντῖνε, τὸν ἐν τῇ Ῥόδῳ καλῶς, ὑπεραθλήσαντα.
Θεοτοκίον.
Ὁ ἐκ Παρθένου τεχθείς, εἰς σωτηρίαν τῶν ἀνθρώπων, εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η΄. Πάντα τὰ ἔργα.
Λάμπεις τοῖς ἄθλοις ὡς ἀστήρ, καὶ καταυγάζεις, Κωνσταντῖνε τὰ σύμπαντα.
Ὄλβιος πέλεις ἀληθῶς, ὅτι τὴν πίστιν, Κωνσταντῖνε ἐτήρησας.
Σῶσον εὐχαῖς σου ἱεραῖς, τοὺς ἀνυμνοῦντας, Κωνσταντῖνε τοὺς ἄθλους σου.
Θεοτοκίον.
Σῶσον Παρθένε Ἀγαθή, τῇ χάριτί σου, τοὺς ὑμνοῦντας τὸν τόκον.


ᾨδὴ θ΄. Σὲ τὴν ὑπὲρ νοῦν.
Ἄνω μετ᾿ Ἀγγέλων θείων, χορεύων λαμπρῶς, τῶν ἐν κόσμῳ ὑμνούντων σε, ἀπαύστως μνημόνευε, Κωνσταντῖνε τῆς Ὕδρας θεῖον βλάστημα.
Δόξης οὐρανίου χάριν, ὑψόθεν λαβών, ἀναβλύζεις ἰάσεων, ἡμῖν τὰ δωρήματα, Κωνσταντῖνε τῆς Ῥόδου ἐγκαλλώπισμα.
Ἔχων ἐν ὑψίστοις Μάρτυς, τὸν κλῆρον τὸν σόν, στρατιώτης ὡς ἄριστος, Χριστοῦ τοῦ Παντάνακτος, Κωνσταντῖνε προστάτης ἡμῖν φάνηθι.
Ἴδε οὐρανόθεν Μάρτυς, ἡμᾶς τοὺς πιστῶς, ἀνυμνοῦντας τοὺς ἄθλους σου, καὶ ῥῦσαι πρεσβείαις σου, Κωνσταντῖνε ἡμᾶς ἐκ περιστάσεων.
Θεοτοκίον.
Κλίμαξ νοητὴ Παρθένε, ἐδείχθης δι᾿ ἧς, κατελθὼν ὁ παντέλειος, Ἀδὰμ τὸν ἔκπτωτον, πρὸς τὴν πρώτην, ἀνύψωσεν εὐπρέπειαν.




























ΚΑΝΩΝ ΣΤ΄
φέρων Ἀκροστιχίδα ἐν τοῖς Θεοτοκίοις τήνδε· «Κυρίλλου».
ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἡπείρῳ πεζεύσας.
Μαρτυρικαῖς διαλάμπων μαρμαρυγαῖς, τῷ Χριστῷ παρίστασαι, Κωνσταντῖνε εὐκλεῶς, ᾧ σωθῆναι πρέσβευε θερμῶς, τὰς ψυχὰς τῶν εὐσεβῶς ὑμνολογούντων σε.
Ἐκ ῥιζουχίας βλαστήσας θεοφιλοῦς, ἐν καιρῷ ἐξήνθησας, εὐσεβείας τοὺς καρπούς, Κωνσταντῖνε ἔνδοξε ἐχθροῖς, τοῖς ἀπίστοις καρτερῶς ἀντιταξάμενος.
Ἐν τῷ καιρῷ τῆς δουλείας πλησιφαής, τῆς πατρῴας πίστεως, ἐξανέτειλας φωστήρ, Κωνσταντῖνε κράτιστε στεῤῤῶς, ἀρετὴν μαρτυρικὴν ἐπιδειξάμενος.
Θεοτοκίον.
Καταιγιζόμενον σάλῳ τῶν πειρασμῶν, τῇ γαλήνῃ σῶσόν με, τῶν θερμῶν σου πρεσβειῶν, πρὸς Χριστὸν τὸν εὔσπλαγχνον Ἁγνή, τὸν ἐκ σοῦ ὑπερφυῶς ἐνανθρωπήσαντα.

ᾨδὴ γ΄. Οὐκ ἔστιν Ἅγιος.
Ἡ Ὕδρα γάνυται τρανῶς, δόξῃ σου τῇ ἁγίᾳ, Κωνσταντῖνε παμμάκαρ, καὶ δοξάζει τὸν Θεόν, τὸν ἐν ἐσχάτοις καιροῖς, δοξασθέντα τῇ στεῤῥᾷ ἀθλήσει σου.
Θεοῦ τῇ χάριτι λαμπρῶς, φωτισθεὶς τὴν καρδίαν, μετανοίᾳ προσῆλθες, Κωνσταντῖνε τῷ Χριστῷ, καὶ ἀνεδείχθης αὐτοῦ, Ἀθλοφόρος τῇ ὁμολογίᾳ σου.
Εὐχαῖς σὺν δάκρυσιν θερμοῖς, προσελθὼν τῷ Κυρίῳ, Κωνσταντῖνε ἐδέξω, Παρακλήτου τὴν ἰσχύν, ἐν ᾗ καθεῖλες στεῤῥῶς, τοῦ δυνάστου θράσος τὸ ὑψάχευνον.
Θεοτοκίον.
Ὑμνοῦμεν Δέσποινα πιστῶς, τόκον σου τὸν φρικώδη, δι᾿ οὗ πᾶσα ἡ κτίσις, καὶ τὸ γένος τῶν βροτῶν, τῆς τοῦ γενάρχου Ἀδάμ, ἐλυτρώθη Μῆτερ κατακρίσεως.

ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Χριστῷ ἑπόμενος, τῇ μετανοίᾳ σου, κριτηρίῳ παρέστης τυραννικῷ, Κωνσταντῖνε ἔνδοξε, καὶ ἐταπείνωσας ἐχθρόν, τὸν σὲ πρῴην φενακίσαντα.
Ἀκμὴν νεότητος, ὡς νουνεχέστατος, καὶ τρυφὰς ἐπικήρους ὑπεριδών, ὡς διψῶσα ἔλαφος, πρὸς μαρτυρίου τὴν ὁδόν, Κωνσταντῖνε προσεχώρησας.
Σταυροῦ τῇ χάριτι, ἐνδυναμούμενος, ἐμιμήσω τὸ πάθος τοῦ Ἰησοῦ, Κωνσταντῖνε ἔνδοξε· διὸ μετέσχες ἐν Ἐδέμ, τῆς χαρᾶς τῆς Ἀναστάσεως.


Θεοτοκίον.
Ῥοαῖς Θεόνυμφε, τῆς εὐσπλαγχνίας σου, ἀναψύχουσα δεῦρο ὡς ἀγαθή, τὰς ψυχὰς τῶν δούλων σου, τῶν προσκυνούντων εὐσεβῶς, τὸ μυστήριον τοῦ τόκου σου.

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει σου.
Τοῦ μαρτυρίου σου τῷ φωτί, λάμψας ἐν δουλείας τῇ νυκτί, ὥσπερ φωστὴρ παμφαέστατος, Κωνσταντῖνε Μάρτυς σοφέ, Θεοῦ τὸν λαόν, ἐφώτισας τῇ αἴγλῃ, τῶν θαυμασίων σου.
Ἐθεολόγησας εὐσεβῶς, ζήλῳ ἐναντίον τῶν ἐχθρῶν, ὁμολογήσας τὸν Κύριον, Κωνσταντῖνε Μάρτυς στεῤῥέ· διὸ παρ᾿ αὐτοῦ, τὸν στέφανον ἐδέξω, τὸν ἀμαράντινον.
Ὑπὲρ τῆς πίστεως τοῦ Χριστοῦ, ἐν ῥωμαλεότητι φρενῶν, ἀγχονισθεὶς ἀπηνέστατα, οὐρανίου ὕψους λαμπρῶς, ἐπέβης· διὸ, Μαρτύρων Κωνσταντῖνε, τῆς δόξης ἔτυχες.
Θεοτοκίον
Ἵλεων ποίησον τὸν ἐκ σοῦ, σάρκα προσλαβόμενον Ἁγνή, δι᾿ εὐσπλαγχνίαν ἀνείκαστον, Θεοτόκε πᾶσιν ἡμῖν, τοῖς πίστει θερμῇ, ὑμνοῦσιν ἀκορέστως, τὰ μεγαλεῖά σου.

ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.
Ἐν Ῥόδῳ ἠγώνισαι, τὸν ἀγῶνα τὸν καλόν, καὶ ἐν Σιὼν πολύαθλε, νῦν ἐκλάμπεις τῇ ἄνω περιφανῶς, Μαρτύρων τοῖς τάγμασι, Κωνσταντῖνε ὡς Μάρτυς ἀκατάπληκτος.
Εἱρκτῆς καθυπέμεινας, τὰς κακώσεις καρτερῶς, καὶ τὰς πληγὰς ὑπήνεγκας, ἀτενίζων παμμάκαρ πρὸς οὐρανόν, ἐξ οὗ καὶ τὰ ἔπαθλα, Κωνσταντῖνε ἐδέξω τῶν ἀγώνων σου.
Τῆς κρείττονος στάσεως, οὐδαμῶς παρατραπείς, ταῖς ἀλγειναῖς κολάσεσι, καὶ βασάνοις μακάριε τῆς σαρκός, ἀγχόνῃ ἀνέδραμες, Κωνσταντῖνε Χριστῷ ὥσπερ ἐπόθησας.
Θεοτοκίον.
Λαὸν τὸν τιμῶντά σε, ἀπὸ πάσης συμφορᾶς, ὡς ἀγαθὴ διάσωσον, ταῖς πρεσβείαις σου Ἄχραντε πρὸς Χριστόν, τὸν εὔσπλαγχνον Κύριον, τὸν ἀφράστως ἐκ σοῦ ἐνανθρωπήσαντα.

ᾨδὴ ζ΄. Οἱ Παῖδες ἐν Βαβυλῶνι.
Ἰλύος ἀποστασίας, τῆς μετανοίας τοῖς δάκρυσι, μυστικῶς ἑαυτὸν ἀποπλύνας, Κωνσταντῖνε πολύαθλε, Θεῷ θυσία ἄμωμος, καθαρὰ προσενήνεξαι.
Τῆς πίστεως τὴν ἀνδρείαν, καὶ εὐσεβείας τὴν δύναμιν, κεκτημένος ἐχθρῶν Κωνσταντῖνε, τὴν ὀφρὺν ἐταπείνωσας, καὶ ἀσεβείας ἔλυσας, παρατάξεις τοῖς ἄθλοις σου.
Ἡ Ῥόδος σε πολιοῦχον, ἀπολαβοῦσα ἀκοίμητον, μακαρίζει λαμπρῶς Κωνσταντῖνε, τὴν ἁγίαν σου ἄθλησιν, δι᾿ ἧς Χριστοῦ τὸ ὄνομα, ῥωμαλέως ἐδόξασας.
Θεοτοκίον.
Λαός σε τῶν Ὀρθοδόξων, Θεοκυῆτορ Ἀπείρανδρε, μακαρίζει πιστῶς καὶ γεραίρει, τὸν ἀμόλυντον τόκον σου, δι᾿ οὗ τῷ κόσμῳ ἔλαμψε, φῶς τὸ θεῖον τῆς γνώσεως.

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Ἀποπτύσας τὸν ζόφον, τῆς ματαιότητος, τῷ φωτὶ ἐπανῆλθες, Χριστοῦ τῆς πίστεως, ἧς καὶ τὴν ἰσχὺν τοῖς σοῖς, ἄθλοις ἐτράνωσας, Μάρτυς Κωνσταντῖνε, Μαρτύρων ὡραιότης.
Καρτερίαν ἐν πόνοις, ἐπιδειξάμενος, ὡς Χριστοῦ τῇ ἀγάπῃ, ἐνισχυόμενος, εἰς ἁγιασμὸν τανῦν, τοῦ μαρτυρίου σου, ἔχεις τοὺς ἀγῶνας, ἐν πόλῳ Κωνσταντῖνε.
Τῶν Ὑδραίων ἡ νῆσος, ἡ σὲ βλαστήσασα, σὺν τῇ Ῥόδῳ χορεύει· καὶ γὰρ ἀμφότεραι, πολιοῦχόν σε λαμπρόν, Μάρτυς ἐκτήσαντο, καὶ ἐν τοῖς κινδύνοις, προστάτην Κωνσταντῖνε.
Θεοτοκίον.
Ὁ ἐκ σοῦ νηπιάσας, Λόγος ἐλύτρωσε, τῶν ἀνθρώπων τὸ γένος, τῆς παραβάσεως· ὅθεν ἀπαύστως αὐτῷ, πρέσβευε Ἄχραντε, ἵνα σωτηρίας, ἡμεῖς ἀξιωθῶμεν.

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις.
Καθάπερ μῦρον, Χριστῷ προσήγαγες, ὡς ἡ γυνὴ ἐκείνη, μετανοίας τὰ δάκρυα, ὡς δῶρον δὲ τίμιον, σαρκὸς τὰς πληγάς, ἔνδοξε Κωνσταντῖνε· διὸ τιμῶμέν σε, ἐν ἀγαλλιάσει οἱ πιστοὶ ἐπὶ τῇ μνήμῃ σου.
Πλησιφαῆ σε, φωστῆρα ἔχουσα, ἡ τῶν Ῥοδίων νῆσος, Κωνσταντῖνε πολύαθλε, δοξάζει τὸν Κύριον, τὸν ἐν οὐρανοῖς, δοξάζοντά σε Μάρτυς, καὶ ταῖς πρεσβείαις σου, τοῖς ὑμνολόγοις σου ἀεὶ χάριν παρέχοντα.
Μετὰ Μαρτύρων, ὡς Μάρτυς ἔνδοξος, καὶ πάντων τῶν Ἁγίων, ὡς αὐτῶν ἰσοστάσιος, Τριάδα τὴν ἄκτιστον, δυσώπει θερμῶς, ἵνα ῥυσθῶμεν πάντες, οἱ εὐφημοῦντές σε, ἀπὸ παντοίων πειρασμῶν καὶ περιστάσεων.
Θεοτοκίον.
Ὑπεραγία, Παρθένε Ἄχραντε, σὲ ὡς Θεοῦ Μητέρα, εὐφημοῦμεν δεόμενοι· Ἱκέτευε πάντοτε, τὸν ὑπερφυῶς, ἐκ σοῦ σωματωθέντα, σῶσαι Πανάχραντε, τοὺς ἀνευφημοῦντας ἐκ ψυχῆς τὰ μεγαλεῖά σου.




ΚΑΝΩΝ Ζ΄
φέρων Ἀκροστιχίδα ἐν τοῖς Θεοτοκίοις· «Κυρίλλου».
ᾨδὴ α΄. Ἦχος βαρύς. Τῷ συντρίψαντι πολέμους.
Τὸν γενναῖον Κωνσταντῖνον, τὸν τῆς ὕδρας βλαστόν, τῆς Ῥοδονήσου τὸ θεῖον ἀγλάϊσμα, ὕμνοις οἱ πιστοί, εὐφημήσωμεν λαμπρῶς, ὅτι δεδόξασται.
Τῆς δουλείας Κωνσταντῖνε, ἐν ἡμέραις φωστήρ, ἐξανατείλας τῇ θείᾳ ἀθλήσει σου, σκότος τὸ δεινόν, ἀσεβείας τῶν ἐχθρῶν, Μάρτυς διέλυσας.
Μιμησάμενος ἀνδρείως, τοῦ Δεσπότου Χριστοῦ, τὸ θεῖον πάθος δυνάμει τῆς πίστεως, ὤφθης κονωνός, Κωνσταντῖνε τῆς χαρᾶς, τῆς Ἀναστάσεως.
Θεοτοκίον.
Τὴν Θεόνυμφον Παρθένον, τὴν ἀσπόρως Χριστόν, τὸν Βασιλέα τοῦ κόσμου κυήσασα, πάντες οἱ πιστοί, ὡς ἀντίληψιν ἡμῶν, ἀνευφημήσωμεν.

ᾨδὴ γ΄. Ὁ οὐρανούς.
Νικητικῶς τοῖς ἄθλοις διαπρέψας, καὶ δυσμενεῖς εἰς τέλος καταισχύνας, ἐστεφανώθης φαιδρῶς, ζωοπαρόχῳ χειρί, Κωνσταντῖνε Μάρτυς θεομακάριστε.
Ἐν νεαρᾷ ὑπάρχων ἡλικίᾳ, τὸν παλαιὸν κακίᾳ Κωνσταντῖνε, ὁμολογίᾳ τῇ σῇ, καταπαλαίσας στεῤῥῶς, εὐσεβείας ὤφθης θεῖον ἑδραίωμα.
Αἰωρηθεὶς ἀγχόνῃ Κωνσταντῖνε, ὡς τοῦ Χριστοῦ τῷ πόθῳ τετρωμένος, συμβασιλεύεις αὐτῷ, νῦν ἐν ὑψίστοις λαμπρῶς, τῶν Μαρτύρων δήμοις συναγαλλόμενος.
Θεοτοκίον.
Ἐν μητρικῇ Παρθένε εὐσπλαγχνίᾳ, τὸν ἐκ τῆς σῆς νηδύος σαρκωθέντα, ἐκδυσωποῦσα θερμῶς, ἡμῖν ἐξαίτει Ἁγνή, τῶν ἁμαρτημάτων τελείαν ἄφεσιν.

ᾨδὴ δ΄. Εἰσακήκοα τὴν ἀκοήν σου.
Μὴ φεισάμενος τῆς ἐπικήρου, ζωῆς παμμάκαρ, τὸ μαρτύριον ἐτέλεσας, ἐν δυνάμει χάριτος.
Ἐν νεότητος ὦ Κωνσταντῖνε, ἀκμὴν ἀθλήσας, Νεομάρτυς γενναιότατος, Ἐκκλησίας πέφηνας.
Ὡς θυμίαμα τῷ Ἀθλοθέτῃ, Χριστῷ εὐῶδες, Κωνσταντῖνε προσενήνεξαι, τῇ λαμπρᾷ ἀθλήσει σου.
Θεοτοκίον.
Μεσιτεύουσα Θεοκυῆτορ, Θεῷ μὴ παύσῃ, ἵνα εὕρωμεν τὸ ἔλεος, οἱ πιστῶς ὑμνοῦντές σε.

ᾨδὴ ε΄. Νυκτὶ με ἀχλυωθέντα.
Λαμπρύνας τοῦ μαρτυρίου σαυτὸν, τῷ αἵματι πρὸς τὴν ἀνέσπερον λαμπρότητα, Μάρτυς μετέβης· ὅθεν μοι, φῶς τὸ τῆς χάριτος αἴτει πάντοτε.
Σαρκός σου καταφρονήσας σαφῶς, ὡς ἔρωτι τῷ τοῦ Δεσπότου σου πυρούμενος, ὦ Κωνσταντῖνε ἔνδοξε, χαίρων ὑπέμεινας τὸ μαρτύριον.
Ἀγγέλων Μάρτυς τοῖς δήμοις συνών, Μαρτύρων τε συναυλιζόμενος ταῖς τάξεσιν, ὑπὲρ ἡμῶν ἱκέτευε, τῶν ἐπιτελούντων σου τὸ μνημόσυνον.
Θεοτοκίον.
Μαρία Παρθενομῆτορ Ἁγνή, ἱκέτευε ὑπὲρ ἡμῶν Χριστὸν τὸν Κύριον, τοῦ δωρηθῆναι ἅπασι, τοῖς εὐφημοῦσί σε χάριν ἄφθονον.

ᾨδὴ στ΄. Ἐβόησα Κύριε.
Ἀγῶνα εἰσέδραμες, τῆς ἀθλήσεώς σου, Κωνσταντῖνε, μὴ δειλιάσας τὰ ἐπίπονα.
Ἀνέστησας τρόπαιον, εὐσεβείας Μάρτυς, διαλύσας, τῆς ἀσεβείας τὴν παράταξιν.
Χριστὸν καθικέτευε, δωρηθῆναι Μάρτυς, Κωνσταντῖνε, τοῖς σὲ τιμῶσι τὰ συμφέροντα.
Θεοτοκίον.
Ἡ κόσμῳ κυήσασα, σωτηρίαν χαῖρε, Θεοτόκε· σκέπε καὶ φρούρει τοὺς ὑμνοῦντάς σε.

ᾨδὴ ζ΄. Τὸν ὄντως ὄντα Θεόν.
Τὸν ὄντως ὄντα Θεόν, καὶ τῆς τῶν πάντων οὐσίας αἴτιον, ἐδόξασας ἀθλήσας, ἀνδρείως Κωνσταντῖνε.
Παγίδων Μάρτυς ῥυσθείς, τῆς ἀσεβείας ἰσχύϊ χάριτος, Χριστῷ συνεσταυρώθης, ἀγῶσι μαρτυρίου.
Στεφάνους δόξης λαβών, ὡς τοῦ Κυρίου ὁπλίτης ἄριστος, τῶν ἄνω Κωνσταντῖνε, ἐγένου κληρονόμος.
Θεοτοκίον.
Παρθένε Μῆτερ ἡμᾶς, στενοχωρίας παθῶν ἀπάλλαξον· καὶ γὰρ ὡς οὐρανῶν σε, ὑμνοῦμεν Πλατυτέραν.









ᾨδὴ η΄. Τὸν Κύριον πάντα.
Τιμήσωμεν πάντες, τὸν νέον Κωνσταντῖνον, ὡς μαρτυρικῆς, χορείας στεφανίτην.
Ἀγχόνῃ τὸ τέλος, ἐδέξω Κωνσταντῖνε, θέλων τῆς ζωῆς, λαβεῖν τὰς ἀντιδόσεις.
Ἐξαίτει εἰρήνην, καὶ χάριν Κωνσταντῖνε, τοῖς πανευλαβῶς, ὑμνοῦσί σου τὰ ἄθλα.
Θεοτοκίον.
Σαρκὶ ἡ τεκοῦσα, Παρθένε τὸν Δεσπότην, ῥῦσαι συμφορῶν, παντοίων τὸν λαόν σου.

ᾨδὴ θ΄. Τὴν ὑπὲρ φύσιν Μητέρα.
Τὸν τοῦ Κυρίου ὁπλίτην, καὶ τῶν ἀνθρώπων προστάτην, τὸν νέον ἐν Ἀθλοφόροις Κωνσταντῖνον, ᾄσμασιν τῶν πιστῶν, αἱ χορεῖαι εὐφημήσωμεν.
Τῶν Ἀθλοφόρων ζηλώσας, τὴν ὑπὲρ φύσιν ἀνδρείαν, βασάνων οὐκ ἐδειλίασας τὰ εἴδη· ὅθεν καὶ τῆς αὐτῶν, Κωνσταντῖνε χαρᾶς ἔτυχες.
Τὸν πολιοῦχον τῆς Ῥόδου, τὸν Κωνσταντῖνον ὑμνοῦντες, βοήσωμεν πρὸς αὐτὸν ἐν κατανύξει· Πρέσβευε τῷ Χριστῷ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον.
Τὴν τοῦ Κυρίου Μητέρα, τὴν Παναγίαν Παρθένον, Μαρίαν τῶν γηγενῶν τὴν προστασίαν, ὕμνοις οἱ εὐσεβεῖς, κατὰ χρέος μακαρίσωμεν.




















ΚΑΝΩΝ Η΄
ᾨδὴ α΄. Ἦχος δ΄. Ὑγρὰν διοδεύσας.
Ἐχθροῦ τῇ ἀπάτῃ φενακισθείς, ἀφρόνως ἀπέστης, Κωνσταντῖνε τοῦ Ἰησοῦ, ἀλλ᾿ ὕστερον ἄθλοις μαρτυρίου, αὐτῷ προσήχθης θυσία πανεύοσμος.
Θερμῇ μετανοίᾳ καθαγνισθείς, Μάρτυς Κωνσταντῖνε, καθηγίασας σεαυτόν, τῆς θεοειδοῦς σου μαρτυρίας, τοῖς ὑπὲρ φύσιν τροπαίοις καὶ σκάμμασι.
Εὑρὼν μαργαρίτην τὸν νοητόν, διὰ μετανοίας, Κωνσταντῖνε εἰλικρινοῦς, τούτῳ συνηρμόσθης ἐκτελέσας, περιφανῶς τῶν Μαρτύρων τὸν δίαυλον.
Θεοτοκίον.
Παρθένε Μαρία Μῆτερ Θεοῦ, τῶν ἀπεγνωσμένων, γλυκυτάτη καταφυγή, δέξαι τὴν ἱκέσιον φωνήν μου, καὶ ἐκ κινδύνων τὸν βίον μου λύτρωσαι.

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ᾿ ἀρχάς.
Ἀπαρνησάμενος Χριστόν, τῇ τοῦ ἐχθροῦ συμβουλίᾳ, τούτῳ πάλιν Κωνσταντῖνε προσῆλθες, μιμησάμενος θερμῶς, τοῦ Πέτρου τὴν μετάνοιαν, καὶ δι᾿ αὐτὸν ὑπῆλθες, τοῦ μαρτυρίου τὸ στάδιον.
Ἀγωνισάμενος καλῶς, ἐν μετανοίας τοῖς ἔργοις, καὶ τὴν χάριν Κωνσταντῖνε πλουτήσας, ἣν ἀπώλεσας τὸ πρίν, τὴν κλῆσιν τὴν χριστώνυμον, τυράννων ἐναντίον, τῶν ἀσεβῶν ὡμολόγησας.
Ὅλον τὸν πόθον πρὸς Χριστόν, τὸν Λυτρωτὴν ἀνατείνας, ὡς ἀπέδρασας ἐχθροῦ τῶν παγίδων, κατηξίωσαι αὐτοῦ, τὸ πάθος ἐκμιμήσασθαι, ἀγχόνῃ Κωνσταντῖνε, ἐπισφραγίσας τὸν δρόμον σου.
Θεοτοκίον.
Κλίμαξ ἐδείχθης νοητή, πρὸς βασιλείας τὸ ὕψος, τοῦ Θεοῦ ἡμᾶς ἀνάγουσα Μῆτερ, τοὺς βοῶντάς σοι πιστῶς· Παρθένε Χαῖρε Ἄχραντε, ἡ τοῦ Πατρὸς τὸν Λόγον, σαρκὶ ἀσπόρως κυήσασα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μετανοίᾳ ἀπέβαλες, σχέσιν τὴν ὀλέθριον Μάρτυς ἔνδοξε, τῶν τυράννων καὶ κατῄσχυνας, μαρτυρίῳ τούτων τὴν αὐθάδειαν.
Κομισάμενος ἄνωθεν, χάριτος τὴν δύναμιν κατεπάλαισας, τὸν πτερνίσαντά σε πρότερον, Κωνσταντῖνε Μάρτυς ἀξιάγαστε.
Κωνσταντῖνε τὸ βέβηλον, θράσος τοῦ ἀλάστορος κατεγέλασας, ὑπομείνας ὡς ἀσώματος, χλευασμοὺς τε ὕβρεις καὶ τὰ σκώμματα.
Θεοτοκίον.
Ὡς ἀφράστως κυήσασα, Κόρη ἐξ αἱμάτων σου τὸν Φιλάνθρωπον, ἐξ ὀργῆς, φθορᾶς καὶ θλίψεως, τοὺς εἰς σὲ ἐλπίζοντας διάσωσον.


ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ὡς παρέστης τυράννου, ἀσεβοῦς τῷ βήματι Μάρτυς πανένδοξε, τοῦ Χριστοῦ τὸ μέγα, εὐθαρσῶς ἀνεκήρυξας ὄνομα, τὰς πληγὰς μὴ πτήξας, καὶ τῶν βασάνων τὰς ὀδύνας, καὶ εἱρκτῆς τῆς ζοφώδους τὴν κάκωσιν.
Ἐκφυγὼν τῶν ἀρκύων, καὶ τῶν βρόχων παμμάκαρ τοῦ παναλάστορος, τῆς ἐλευθερίας, ἐν Χριστῷ κοινωνὸς ἀναδέδειξαι, πάθη ὑπομείνας, καὶ δι᾿ ἀγχόνης ἐκμετρήσας, τὴν ζωὴν Κωνσταντῖνε τὴν πρόσκαιρον.
Τὴν προτέραν σου ἧτταν, τῇ ὁμολογίᾳ σου ἀνακαλούμενος, τῶν ἐχθρῶν τὰς ὄψεις, Κωνσταντῖνε οἰκτρῶς ἀπεῤῥάπισας, καὶ αὐτῶν καθεῖλες, τὴν τερατώδη κακουργίαν, ὑψωθεὶς τῇ ἀγχόνη μακάριε.
Θεοτοκίον.
Τὸν Δεσπότην τοῦ κόσμου, ἀπειράνδρως τεκοῦσα ἐκ τῶν αἱμάτων σου, ὤφθης ἀνωτέρα, Θεοτόκε Ἁγνὴ πάσης κτίσεως· ὅθεν σου τὴν δόξαν, ὑμνολογοῦμεν καὶ αἰτοῦμεν, τὴν θερμὴν σου ἐν βίῳ ἀντίληψιν.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἐν Ῥόδῳ μαρτυρικῶς, ἀγωνισάμενος ἔνδοξε, ἐκτήσω ἐν οὐρανοῖς, λαμπρῶς τὸ πολίτευμα, φωτὶ πυρσευόμενος, τῷ ἀκαταλύτῳ, Κωνσταντῖνε τοῦ Δεσπότου σου.
Ἀγχόνῃ ἀνυψωθείς, ὦ Κωνσταντῖνε τὸ σῶμά σου, ὑψώθης πρὸς τὸν Χριστόν, τὸν θεῖον σου ἔρωτα, ᾧ νῦν παριστάμενος, πρέσβευε ἀπαύστως, ὑπὲρ πάντων τῶν ὑμνούντων σε.
Φῶς ἄνωθεν κατελθόν, ἐπὶ τὸ ἅγιον σκῆνός σου, ἐδήλωσε τοῖς πιστοῖς, σοφὲ οἷας χάριτος, καὶ δόξης ἠξίωσαι, ἐν τῇ βασιλείᾳ, Κωνσταντῖνε τοῦ Κυρίου σου.
Θεοτοκίον.
Πανάχραντε Μαριάμ, Μῆτερ τοῦ πάντων Δεσπόζοντος, τῆς δεσποτείας ἡμᾶς, παθῶν ἐλευθέρωσον, καὶ σῶσον πρεσβείαις σου, τῆς αἰωνιζούσης, κατακρίσεως ὡς εὔσπλαγχνος.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ῥώμην ἀνδρείαν ἐπιδείξας, ἐν τοῖς ἄθλοις σου θεόφρον Κωνσταντῖνε, τῶν ἐχθρῶν τὰς βουλάς, ἐνίκησας εἰς τέλος, καὶ ἐκ Θεοῦ ἀπέλαβες, τὸ διάδημα τῆς νίκης.
Ὕψος ἐπήρθης Κωνσταντῖνε, πρὸς οὐράνιον τὸ σῶμα τῇ ἀγχόνῃ, ὑψωθεὶς ἀπηνῶς, ὑπὲρ τῆς εὐσεβείας, ἧς καὶ ἡμᾶς ἀξίωσον, τῆς καλῆς καρποφορίας.
Πλάνης τυράννων ἀνανήψας, ἐν τελείᾳ συντριβῇ Χριστῷ προσῆλθες, καὶ ἐγένου αὐτοῦ, τροπαιοφόρος Μάρτυς, ἀγχονισθεὶς τὸ σῶμά σου, Κωνσταντῖνε γενναιόφρον.

Θεοτοκίον.
Σκέπη ἁγία Θεοτόκε, καὶ ἀντίληψις ἐν βίου ταῖς ἀνάγκαις, διὰ πλοῦτον πολύν, γενοῦ τῶν οἰκτιρμῶν σου, ἡμῖν τοῖς καταφεύγουσι, τῇ θερμῇ σου προστασίᾳ.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Ἐν τῇ Ῥόδῳ ἀνδρείως ἐναθλήσας, πολιοῦχος αὐτῆς καλὸς ὑπάρχεις, καὶ διασῴζεις Ἅγιε ἐκ θλίψεων, ταύτην καὶ κινδύνων, ἐπὶ τῇ σῇ δόξῃ, χαίρουσαν Κωνσταντῖνε.
Τῆς ψυχῆς σου ἰδόντες τὸ ἑδραῖον, οἱ τῆς Ἄγαρ υἱοί πικροῦ θανάτου, κατὰ σοῦ ψῆφον ἤνεγκαν οἱ ἄθλιοι, καὶ προσήγαγόν σε, Χριστῷ εὐωδεστάτην, θυσίαν Κωνσταντῖνε.
Ὅπερ πέπονθας πρῴην Κωνσταντῖνε, μετανοίᾳ θερμῇ ἐπανορθώσας, πρὸς μαρτυρίου ἔδραμες τὸ στάδιον, ἔνθα διαπρέψας, πρὸς Χριστὸν μετέστης, χορεύων εἰς αἰῶνας.
Θεοτοκίον.
Τρικυμίᾳ παθῶν με Θεομῆτορ, χειμαζόμενον νῦν τὸν σὸν οἰκέτην, δὸς βοηθείας χεῖρά μοι ὡς εὔσπλαγχνος, καὶ ὁδήγησόν με, πρὸς τῆς μετανοίας, Παρθένε τὴν γαλήνην.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δυνάμεως τῷ σθένει, τοῦ καλέσαντός σε, πρὸς τὴν αὐτοῦ Κωνσταντῖνε ἐπίγνωσιν, τοῦ μαρτυρίου τὸν δρόμον, χαίρων ἐτέλεσας.
Ἀντίθεον πατήσας, δόγμα Κωνσταντῖνε, παρὰ Θεοῦ ἐδοξάσθης τοῖς θαύμασι, δι᾿ ὧν τῷ κόσμῳ ἐκφαίνεις, τὸ μέγα κλέος σου.
Ἡ χάρις σου γενέσθω, Μάρτυς Κωνσταντῖνε, παραμυθία ἡμῖν καὶ ἀντίληψις, τοῖς ἀνυμνοῦσι ἀξίως, τὴν μαρτυρίαν σου.
Θεοτοκίον.
Ὑπέραγνε Μαρία, ἄκουσον φωνῆς μου, ὅτι εἰς χάος πταισμάτων βυθίζομαι, καὶ πλήν σου ἄλλην οὐκ ἔχω, Μῆτερ ἀντίληψιν.